παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας σηκόν. 123 ∆εδοικυίας δὲ τῆς βασιλίδος τήν τε σύγκλητον καὶ τὸν πατριάρχην καὶ τοὺς ὑπογράψαντας καὶ ὀμόσαντας, καὶ διὰ ταῦτα μὴ τολμώσης ζευχθῆναί τινι τῶν ἐπιφανῶν καὶ βασιλέα ἀναγορεῦσαι αὐτόν, ἔγνω δεῖν ὑπὲρ γυναῖκα μὲν φρονῆσαι , πανουργίᾳ δὲ καὶ δόλῳ τὸν πατριάρχην ὑπελθεῖν καὶ οὕτως αὑτῇ τε τὸ ἐφετὸν καταπράξασθαι καὶ τὴν τῶν ἐθνῶν ποσῶς ἀναχαιτίσαι ὁρμήν. Κοινοῦται τοίνυν τὸ πρᾶγμά τινι τῶν ἐκ τῆς γυναικωνίτιδος ὡς ἐπιτηδείῳ πρὸς τοῦτο. Ὁ δὲ ὑπισχνεῖται παντὶ τρόπῳ συμπράξειν αὐτῇ πρὸς τὸ σπουδαζόμενον, ξυρὸς εἰς ἀκόνην, τὸ τοῦ λόγου, ὢν πρὸς τὰ τοιαῦτα. Ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας ὄνομα, λαγνίστατός τε καὶ πρὸς ἡδονὰς ἐπτοημένος καὶ μηδὲν ἄλλο διὰ βίου ἔχων προτέρημα. Πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος, καὶ ὡς, εἰ θελήσειε, μᾶλλον δὲ συνεπινεύσειε μόνον μηδένα κίνδυνον ὑφορᾶσθαι ἐκ τῆς φρικτῆς ἐκείνης χειρογραφίας, ζευχθήσεται μὲν τῇ βασιλίδι ὁ τούτου αὐτάδελφος, παραυτίκα δὲ βασιλεὺς ἀναγορευθήσεται. Ὡς δ' ἔσχεν ὅλον τὸν πατριάρχην θύννον καταπιόντα τὸ δέλεαρ καὶ ἤδη μονονουχὶ τὴν συναρμογὴν ἐπισπεύδοντα, γίνεται γνώμης πυθέσθαι περὶ τούτου καὶ τὴν σύγκλητον. Ἕνα καθένα γοῦν πρὸς ἑαυτὸν ὁ πατριάρχης προσκαλούμενος τὸ ἀναγκαῖον τοῦ πράγματος κατεσκεύαζε, διασύρων τὸ ἔγγραφον ὡς ἔκνομόν τε καὶ ἄθεσμον καὶ διὰ ζηλοτυπίαν ἑνὸς ἀνδρὸς γεγονὸς καὶ μὴ πρὸς κοινὴν λυσιτέλειαν ἀφορῶν, ὅπερ ἔσται πάντως, εἰ ζευχθήσεται ἡ βασιλὶς ἀνδρὶ γενναίῳ τε καὶ θυμοειδεῖ· ἀναθηλήσουσι γὰρ τὰ Ῥωμαίων ἐσαῦθις , ἤδη μαρανθῆναι καὶ ἀποσβεσθῆναι ἐλπιζόμενα. Ὡς δ' ἔσχε πάντας συμψήφους, τοὺς μὲν πειθοῖ καὶ κολακείᾳ, τοὺς δὲ καὶ χρημάτων παροχαῖς καὶ μειλίγμασιν ἁδροτέροις, καὶ τῷ πραχθησομένῳ δέος οὐχ ὑπῆν, ἄγεται μὲν ὁ ∆ιογένης νυκτὸς εἰς τὰ βασίλεια ἔνοπλος καὶ τῇ βασιλίδι 124 προσζεύγνυται· ἀναγορεύεται δὲ βασιλεὺς κατὰ τὴν πρώτην τοῦ Ἰανουαρίου μηνὸς τῆς ἕκτης ἐπινεμήσεως, ἔτειφοʹ, λαθὼν πάντας τοὺς τῆς βασιλίδος υἱεῖς. Γίνεται παραυτίκα τάραχος παρὰ τῶν Βαράγγων πολὺς μὴ ἀνεχομένων εὐφημῆσαι αὐτὸν παρὰ τὰ κοινῇ δόξαντα. Ἐπιφανεὶς δὲ αὐτοῖς ὁ ταύτης υἱὸς Μιχαὴλ σὺν τοῖς ἀδελφοῖς γνώμῃ αὐτῶν ἀπαγγέλλουσι γενέσθαι τὸ γεγονός, καὶ αὐτίκα μετατραπέντες μεγάλαις καὶ διατόροις φωναῖς αὐτὸν καὶ αὐτοὶ ἀνηγόρευσαν.
Ὡς δ' οὖν ἐφάνη ἐκ τούτου, ὡς οὐ μάτην ἠλπίκασιν ἐπ' αὐτῷ οἱ πολλοί. Ἐκράτησε δὲ ἡ βασιλὶς σὺν τοῖς υἱέσι μῆνας ἑπτὰ καὶ μικρόν τι πρός. Ῥωμανὸς δὲ ὁ ∆ιογένης οὕτω τῶν σκήπτρων ἐπιτυχών, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅ τι μάλιστα συνέδρους εἶχε τοὺς προγονούς, ἐφέδρους δὲ μᾶλλον εἰπεῖν ἀληθέστερον, καὶ τὸν τοῦ προβεβασιλευκότος ἀδελφὸν Ἰωάννην τὸν καίσαρα, οἳ καὶ ἐμποδὼν αὐτῷ ἀπ' ἀρχῆς ἄχρι τέλους κατέστησαν καὶ τὰ ῥωμαϊκὰ κακῶς διέθεσαν πράγματα, καὶ εἰς ὃ νῦν ὁρᾶται ἔχοντα. Ἤρξατο γὰρ τούς τε ἀξιολογωτέρους δεξιοῦσθαι καὶ τοῖς ἐχέφροσι καὶ πεπειραμένοις ὁμιλεῖν τῶν στρατιωτῶν καὶ πολεμικῶν ἔργων ἀντέχεσθαι πρεσβευτάς τε ἑτοιμάζειν καὶ πανταχόθεν τοῖς ἐναντίοις ἀποτειχίζειν τὴν πάροδον. ∆ιὰ ταῦτά τοι καὶ μετὰ δύο μηνῶν παρολκὴν ἡ τῆς ἑῴας αὐτὸν δέχεται Προποντίς, καὶ ὁ ζῆλος τῆς ἐκδικίας ἐνίκησε τὴν ἐν τῇ βασιλίδι τρυφήν τε καὶ θυμηδίαν. Ὃ καὶ πάντας κατέπληξεν, ἡ ταχεῖα δηλαδὴ ἑτοιμασία καὶ διάταξις καὶ παρασκευὴ πρὸς ἀνάγκης αὐτῷ γενομένη πολλῆς. Τὰ μὲν οὖν κατὰ τὴν Ἀντιόχειαν καὶ Κιλικίαν ταῖς προειρημέναις ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις. Ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε δυνάμεις ἄγων ἀνυποίστους 125 καὶ βαρείας καὶ τοῖς ὁρίοις τῶν Ῥωμαίων τῷ καιρῷ τοῦ φθινοπώρου προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς