1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

10

ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλογενὲς παρίστησι· βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις οὐ τὴν κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὐτῶν καὶ ὡς οὐ τοιοίδε, τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος τρεῖς τὰς ὑποστάσεις κηρύττοντες μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολογοῦμεν. Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας δύο λέγοντες φύσεις τὸ ἑτεροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν ὡς ἐκεῖσε τῶν οὐσιῶν τὸν ἀριθμόν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες. 51 Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν καὶ διὰ τοῦτο τὸν ἀριθμὸν τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε; 52 Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ ὑμῖν τε καὶ ἡμῖν δόξα· πατέρων γὰρ ὁ λόγος ἐστίν. Ἀλλ' εἰ μὲν δύο τὰς φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν τοῦτο ἁπλῶς ἀντιφατικῶς κατὰ τῶν δύο προΐσχεσθε, μάτην ὑμῖν τὸ «σεσαρκωμένην» παρέρριπται. Εἰ δὲ μήτε μίαν ἁπλῶς μήτε δύο ἡνωμένας παρίστησι, πάντως, ὅ τί ποτε ἐπιμόριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ὑμῖν δηλώσει τὸ «σεσαρκωμένην», εἴτε δίμοιρον, εἴτε ἥμισυ· τοῦ δὲ ποσοῦ ὑμεῖς ἂν εἴητε κύριοι, ὅπου γε οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν καὶ ταὐτὸν μὲν παντάπασιν οὐκ ἔστιν (οὐ γὰρ ἡ ὑπόστασις φύσις, οὐ γὰρ καθολικὸν ἡ ὑπόστασις), ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὅρον τοῦ καθολικοῦ, ἀλλ' οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις ἤτοι τὸ ἄτομον τῆς φύσεως φύσις, ἀλλὰ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιωμάτων, ἡ δὲ φύσις οὐχ ὑπόστασις ἤτοι ἄτομον. Οὕτω καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ λεγόμενον μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἡ φύσις τοῦ θεοῦ λόγου σεσάρκωται, ἀλλ' ἡ ὑπόστασις. Καὶ μάρτυς ὁ θεῖος εὐαγγελιστὴς ὧδέ πη βοῶν διαπρύσιον· «Ὁ λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ λόγος οὐ φύσις ἐστίν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ' ὑπόστασις. Καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος.» Εἰ γὰρ ἡ φύσις, τοῦ λόγου ἤτοι ἡ θεότης σεσάρκωται-ἑτέραν γὰρ φύσιν ὁ λόγος οὐκ εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ λόγος τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ πάντα κοινὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως-, καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεων καθ' ὑπόστασιν καὶ τοῦ λόγου σάρκωσιν καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν· σάρκωσις γάρ ἐστι τὸ μετασχεῖν σαρκὸς καὶ τῶν τῆς σαρκός. Σαρκοῦται τοίνυν ἡ ἐνούσιος τοῦ θεοῦ λόγου ὑπόστασις ἤτοι ὁ θεὸς λόγος καὶ παχύνεται καὶ ὑπόστασις τῇ σαρκὶ γίνεται, καὶ ὢν πρότερον θεὸς σὰρξ ἤτοι ἄνθρωπος ὕστερον γίνεται καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστασις σύνθετος, καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος καὶ περιχωροῦσιν ἐν ἀλλήλαις. Ἡ δὲ περιχώρησις ἐκ τῆς θεότητος γίνεται· αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν. ∆ιὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ λόγου. Ἡ δὲ φύσις τοῦ λόγου θεοῖ μὲν τὸ πρόσλημμα, οὐ σαρκοῦται δέ· ὠφελεῖται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ παραβλάπτεται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· ὡς γὰρ ὁ