στρατηγὸς θεασάμενος, τὸν ἵππον κεντρίσας καὶ τὸν δρόμον ἐπιταχύνας, εἰσήλαυνέ τε καὶ τῶν στρατιωτῶν τὴν ὁρμὴν ἀνετείχιζε, μὴ κτείνειν ἀναπείθων τοὺς 27 τὰ ὅπλα ῥίψαντας ἄνδρας, μηδὲ κατὰ ψιλῶν καὶ ἀόπλων ὠμῶς καὶ ἀπανθρώπως χωρεῖν, ἀπανθρωπίας λέγων εἶναι, τὸ ὑπεῖξαν καὶ γεγονὸς ὑποχείριον διαφθείρειν ἤδη καὶ ἀποκτιννύειν ὡσπερεὶ πολέμιον. τούτοις τοῖς λόγοις μόλις ἐπέσχεν ὁ στρατηγὸς τῆς στρατιᾶς τὴν μιαιφόνον ὁρμήν. ηʹ. Ἐπεὶ δὲ κατὰ κράτος ἥλω ἡ πόλις, τὰ πρωτόλεια ὑφελὼν ὁ στρατηγὸς, καὶ τὸ ἀκμαῖον τῶν αἰχμαλώτων ἀνδραποδισάμενος, διειληφώς τε ταῦτα καὶ εἰς ὃν ἔμελλε κατάγειν θρίαμβον διατηρήσας ὡς μάλιστα, τὰ λοιπὰ τοῖς στρατιώταις προνομεύειν προτέθεικεν. οἱ δὲ διὰ τῶν δωμάτων χωροῦντες πολλὰς καὶ πολυτελεῖς ἐκαρποῦντο τὰς ὠφελείας. πλεῖστον γὰρ καὶ ἀνεξάντλητον τῶν Κρητῶν λέγεται πόλιν ἔνδον τὸν ὄλβον παρακατέχειν, ἐπὶ συχνὸν οὐχ ἥκιστα εὐημερήσασαν, εὐμενοῦς τε καὶ μειλιχίου πειραθεῖσαν τῆς τύχης, καὶ μηδέν τι τῶν ἀπευκταίων καθυπομείνασαν, ἃ ἡ παλίντροπος τῶν χρόνων φορὰ ὡσανεί τινας κῆρας ἐπικυλίνδειν εἴωθε· μάλιστα δὲ πειρατικαῖς καὶ λῃστρικαῖς κεχρημένην ἐκπλεύσεσι, τῶν γαιῶν ἀμφοτέρων ληΐσασθαι τὰ παράκτια, κἀκ τῶν τοιούτων ἐπιτηδευμάτων ἀποθησαυρίσαι πλοῦτον ἀμύθητον. ἀλλὰ τοῦτον μὲν τὸν τρόπον ἥλω τὸ ἄστυ καὶ πρὸς τῶν Ῥωμαϊκῶν ἐλήφθη χειρῶν. ἐπεὶ δὲ τὰ ἔνδον ἐκκεκόμιστο ἅπαντα, τὸν περίβολον ὁ Νικηφόρος κατασκάπτειν διακελεύεται· τοῦ δὲ πολλαχῆ κατεριπωθέντος, ἐπὶ τὴν χώραν αὖθις ἀπῆγε τὴν δύναμιν. ἀνδραποδισάμενός τε ταύτην καὶ ληϊσάμενος, καὶ τὸ ἀντίξουν ἅπαν ἀναιμωτὶ παραστησάμενος, ἐπί τινα λόφον ὑψηλὸν 28 καὶ ἀνάντη, οὐκ ἀπωτάτω τοῦ κατεριπωθέντος ἄστεος ὑπερκείμενον, ἴεται, καὶ παμπληθεὶ τειχίον οἰκοδομεῖν ἐγκελεύεται. ἀνεπισφαλὴς γὰρ ὁ χῶρος ἐδόκει, καὶ πρὸς ἔρυμα καρτερὸς, κρημνοῖς τε διεῤῥωγὼς καὶ φάραγξιν ἀποτόμοις ἑκατέρωθεν, κἀκ τῆς κορυφῆς ἀεννάους ἀναδιδοὺς πίδακας, καὶ τοῖς ὕδασι τούτων καταῤῥεόμενος. τοῦ δὲ ἐρύματος ἀσφαλέστατά τε καὶ στερεώτατα ἐξεργασθέντος, στρατιὰν ἀξιόχρεων τῷ χώρῳ ἐγκατοικίσας, Τέμενος τὸ ἄστυ ὠνόμασε, καὶ τὴν νῆσον ἐξημερώσας ἅπασαν, Ἀρμενίων τε καὶ Ῥωμαίων καὶ συγκλύδων ἀνδρῶν φατρίας ἐνοικισάμενος, καὶ πυρφόρους τριήρεις ἐς φυλακὴν ταύτης καταλιπὼν, αὐτὸς τὴν λείαν καὶ τοὺς αἰχμαλώτους ἀνειληφώς, ἀνέπλει πρὸς τὸ Βυζάντιον. μεγαλοπρεπῶς τε παρὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ ὑποδεχθεὶς, θρίαμβον ἐπὶ τοῦ θεάτρου κατήνεγκε, παντὸς συναθροισθέντος τοῦ δήμου, καὶ τὸ πλῆθος καὶ τὸ κάλλος τῆς λείας θαυμάζοντος. ἑωρᾶτο γὰρ χρυσὸς καὶ ἄργυρος παμπληθὴς, καὶ νόμισμα βαρβαρικὸν ἀπέφθου χρυσοῦ, πέπλοι τε χρυσόπαστοι, καὶ τάπητες ἁλουργοὶ, καὶ παντοδαπὰ κειμήλια, εἰς ἄκρον τέχνης ἐξειργασμένα, χρυσῷ καὶ λίθοις μαρμαίροντα· πανοπλίαι τε, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακες ἀληλιμμένα χρυσῷ, ἔγχη τε καὶ ἀσπίδες καὶ τόξα παλίντονα ἀριθμὸν ὑπερβαίνοντα (εἶπεν ἄν τις ἐκεῖσε παρατυχὼν, τῆς βαρβάρου γῆς τὸν ἅπαντα πλοῦτον συγκομισθῆναι τότε κατὰ τὸ θέατρον), τοσαῦτα τὸ πλῆθος ἐτύγχανον, ὡς μιμεῖσθαί τινα ποταμὸν 29 ἀφθόνως εἰσρέοντα. τούτοις εἵποντο καὶ οἱ ἀνδραποδισθέντες βάρβαροι, εἰς πολυάριθμον πληθὺν συναγόμενοι. θʹ. Θριαμβεύσαντι δὲ τῷ Νικηφόρῳ καὶ παρὰ τοῦ δήμου θαυμαστωθέντι παντὸς, ὁ αὐτοκράτωρ Ῥωμανὸς δωρεάς τε φιλοτίμους δωρεῖται, καὶ τὴν τῆς Ἀσίας αὐτῷ ἐγχειρίζει ἀρχήν. ὁ δὲ, τὴν τοῦ ∆ομεστίκου τιμὴν καὶ αὖθις ὑποζωσάμενος, τὸν βόσπορόν τε περαιωθεὶς, καὶ τὰς δυνάμεις ἀγηοχὼς, καὶ εἰς φάλαγγα δυσάντητον καὶ