καὶ διὰ τοῦτο πίπτουσι. δύναται γὰρ καὶ ἀπὸ ἰδίων καὶ φυσικῶν λογισμῶν πλανᾶσθαι ὁ ἄνθρωποςἀμελῶν ἢ καταφρονῶν ἢ 2.9.2 καυχώμενος ἢ φυσιούμενος ἢ ἐπαιρόμενος. καὶ ἄκουε τί λέγει Παῦλος ὁ ἐλεύθερος· «ἵνα, φησί, μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατάν». ὁρᾷς ὅτι καὶ οἱ ἐν τηλικούτοις μέτροις πνευματικοῖς καταντήσαντες ἀσφαλείας πολλῆς χρῄζουσιν. ἐὰν γὰρ μὴ δῷ πρόφασιν καὶ ὁρμὴν τῷ σατανᾷ ὁ ἄνθρωπος, οὐ κυριεύει αὐτοῦ. βίᾳ γὰρ οὐ λαμβάνει αὐτὸν οὔτε ὁ κύριος οὔτε ὁ σατανᾶς, ἀλλ' εὐαρεστήσας καὶ συμφωνήσας τῇ χάριτι τελειοῦται εἰς αὐτήν, μὴ συμφωνήσας δέ, κἂν γεννηθῇ, τουτέστι μέτοχος πνεύματος γένηται, αὐτὸς αἴτιος γίνεται τοῦ πεσεῖν εἰς τὰ θελήματα τοῦ σατανᾶ. εἰ γὰρ βίᾳ ἐλάμβανεν ὁ σατανᾶς καὶ βίᾳ ὁ κύριος, οὐκ ἦν αἴτιος ὁ ἄνθρωπος ὑπάγων εἰς γέενναν, καὶ οὐκ ἦν ἐπαινετὸς εἰς βασιλείαν ἀπερχόμενος. 2.10.1 Ἐρώτησις. Τί ποιήσει ἄνθρωπος ἀποπλανώμενος ὑπὸ τοῦ σατανᾶ ὡς δι' εὐλογοφανῶν τινων ἢ ὡς δι' ὁμοίου φωτὸς ἀποκαλύψεως χάριτος; Ἀπόκρισις. ∆ιὰ τοῦτο πολλῆς διακρίσεως χρείαν ἔχει ὁ ἄνθρωπος, ἵνα τὴν τοῦ καλοῦ καὶ τοῦ κακοῦ διαφορὰν ἀκριβῶς ἐπιγινώσκῃ καὶ τὰς ποικίλας τέχνας τοῦ πονηροῦ διὰ λόγων καὶ φαντασιῶν πολλοὺς πλανῶντος διακρίνων 2.10.2 συνήσῃ. ὥσπερ γάρ τις βουλόμενος δοκιμάσαι τὴν σωφροσύνην τῆς ἑαυτοῦ γαμετῆςεἰ ἀπέλθῃ νυκτὸς πρὸς αὐτὴν ὡς ἀλλότριός τις ἁμαρτῆσαι θέλων, κἀκείνη κράζει καὶ τύπτει αὐτόν, χαίρει ἐκεῖνος ὅτι τὴν σωφροσύνην αὐτῆς ἐν ἀκριβείᾳ φυλάσσει· οὕτω μετὰ δοκιμασίας καὶ γνώσεως, μετὰ διακρίσεως καὶ αὐτοὺς τοὺς οὐρανίους προσδέχου. ἐὰν γὰρ ἀποβάλῃς αὐτοὺς τοὺς οὐρανίους διὰ τοὺς οὐχ οὐρανίους, χαίρουσι καὶ πλέον σοι διδόασιν οἱ τοῦ κυρίου μετασχεῖν τῆς χάριτος καὶ ἐμπλησθῆναι ἐν πνευματικῇ ἀπολαύσει διὰ τὴν πρὸς τὸν κύριον ἀγάπην. μὴ οὖν ταχὺ σεαυτὸν ἐπιδίδου ἐλαφρότητι φερόμενος, ἀλλὰ μένων βαρὺς καὶ μετὰ δοκιμασίας ἀκριβοῦς τὸ καλὸν κατέχων τὸ 2.10.3 πονηρὸν ἀπόθου. εἰ γὰρ ἔχεις ἀγαπητὸν φίλον, ἔστι δέ τις ἐχθρὸς αὐτοῦ εἰς πρόσωπον τοῦ φίλου συνερχόμενοςκαὶ δέξῃ τὸν ἐχθρὸν ὡς φίλον, ὑβρίζεις σου τὸν φίλον, ὅτι τὸν ἐχθρὸν αὐτοῦ δεξιοῦσαι. 2.10.4 Ὀφείλεις οὖν δοκιμάζειν καὶ διακρίνειν, καὶ τότε ἐμπιστεύειν. τῆς δὲ χάριτος φανερά ἐστι τὰ ἐνεργήματα, ἅπερ ἡ ἁμαρτία κἂν μετασχηματίζηται εἰς πρόσωπον ἀγαθόν, παρασχεῖν οὐ δύναται. οἶδε, γάρ φησι, ὁ σατανᾶς καὶ εἰς ἄγγελον φωτὸς μετασχηματισθῆναι, δηλονότι πρὸς τὸ ἀπατῆσαι. ἀλλὰ κἂν εἰς ὁράσεις λαμπρὰς μετασχηματιζόμενος φαντάζῃ τὴν ψυχὴν βουλόμενος πλανῆσαι, ἐνέργειαν ἀγαθὴν παρασχεῖν οὐ δύναται, δι' ἧς ἀκριβῶς γνωρίζεται. οὔτε γὰρ ἀγάπην εἰς θεὸν καὶ εἰς τοὺς ἀδελφοὺς ἐνεργῆσαι δύναται, εἰ μὴ τάχα τῦφον καὶ ὑψηλοφροσύνην, οὐ πραότητα, οὐκ ἐπιείκειαν, οὐ ταπείνωσιν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ κατάστασιν λογισμῶν, οὐ μῖσος τοῦ κόσμου, οὐκ ἀνάπαυσιν πνευματικὴν εἰς θεόν, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων ἀγαθῶν, οὐχ ἡδονὰς καὶ πάθη παύει ἅπερ ἐστὶ τῆς χάριτος ἐνεργήματα. «ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν 2.10.5 ἀγάπη, χαρά, εἰρήνη» καὶ τὰ ἑξῆς. ἐκ τῆς ἐνεργείας οὖν γνώσῃ τὸ ἐλλαμφθὲν εἰς τὴν ψυχήν σου νοερὸν φῶς, εἰ τοῦ θεοῦ ἐστιν, ἢ τοῦ σατανᾶ ἐστιν. ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ ἐὰν ἔχῃ διάκρισιν, εὐθέως ἐκ τῆς νοερᾶς αἰσθήσεως γινώσκει τὴν διαφοράν. ὥσπερ γὰρ ὅμοιον θρίδαξ πικρίδι ἢ ὄξος οἴνῳ ὅμοιον μὲν εἶναι τῇ ὁράσει δύναται, ἀλλ' ἐκ τῆς γεύσεως ὁ λάρυγξ γνωρίζει τὴν ἑκάστου διαφοράν, οὕτως ἡ ψυχὴ ἐκ τῆς αἰσθήσεως τῆς νοερᾶς καὶ τῆς ἐνεργείας γνωρίζει καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὰ τοῦ σατανᾶ φαντάσματα. 2.11.1 Ἐρώτησις. Τί ἐστιν ὅτι «πᾶσα ἁμαρτία ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει»; Ἀπόκρισις. ∆ύο τρόπους ἔχει τὸ νόημα. ἕνα μὲν ὅτι ἡ γυνὴ τοῦ ἀνθρώπου σῶμα αὐτοῦ λέγεται· «ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν». ἐπὰν οὖν τις πορνεύῃ, εἰς τὸ ἴδιον