Ἀριστοτέλους θεολογίαν καὶ τὴν ψυχογονίαν τοῦ Πλάτωνος καὶ τοὺς καινοὺς ἀριθμοὺς καὶ τὰς ἀναπλάσεις τῶν δογμάτων καὶ τὴν δαπάνην τοῦ μεριστοῦ, τίς ποτε τῶν πάντων διέκρινε ταῦτα καὶ συνοδικαῖς γνώμαις καθῄρηκεν; ἆρ' οὖν, ὅτι μὴ συνοδικῶς τὰ δόγματα διεβλήθησαν, ἀβασανίστως ἐκδεξόμεθα τῇ ψυχῇ καὶ ἀπολογίαν ἕξομεν τοῦτο τῆς ἡμετέρας κακοδοξίας; πολλοῦ γε καὶ δεῖ. Oὐ γὰρ οὕτως, ὧ βέλτιστοι, ὁ ἀληθὴς λόγος διαιτῴη τοῖς πράγμασιν· ἀλλ' ὅσα μὲν τῶν δογμάτων πατρικαῖς ἄνωθεν καὶ συνοδικαῖς διαγνώσεσιν ἐξελήλεγκται, αὐτόθεν ἡμῖν ἀποκέκριται, τὰ δὲ ἄλλα πρὸς τὸν τοῦ εὐαγγελίου κανόνα παραμετροῦντες ἡμεῖς ἀποκρίνομέν τε αὖθις καὶ ἀποκρινοῦμεν, ἔστ' ἂν ὁ τῆς παραβλαστήσεως λόγος ἀποφύῃ τὴν ἄκανθαν. οὐ τοίνυν ἀπὸ τῶν λαιῶν τῆς Ἑκάτης μερῶν ἀπογεννήσομεν τὴν ψυχήν, ὅτι ἐμφύσημα θεοῦ ταύτην ἀπὸ τῆς γραφῆς μεμαθήκαμεν, οὐδ' ἀπὸ τῶν δεξιῶν αὐτῆς λαγόνων τὰς ἀρετὰς ῥεῖν οἰησόμεθα, ἀλλ' ἄνωθεν ἀπὸ τῆς πρώτης πηγῆς, εἰπεῖν δὲ καὶ τῆς ἡμετέρας γνώμης καὶ τῆς ἐπ' ἄμφω τοῦ αὐτοεξουσίου ῥοπῆς. οὐδὲ τὸν θεὸν ἀμέθεκτον ἡμῖν δοξάσομεν, κἂν πολλὰ ὁ Ἕλλην περὶ τούτου διϊσχυρίζοιτο, ὅτι ἐνοικεῖν ἡμῖν καὶ ἐμπεριπατεῖν παρὰ τῶν τοῦ λόγου φωνῶν ἠκηκόειμεν. οὐδὲ τὴν ἐκ τῆς θεοπτείας ἀφετηρίαν πύλην ζωῆς ὀνομάσομεν ὅτι μὴ τὸν Χριστὸν μόνον, παρ' οὗ καὶ τὴν πρὸς τὸν πατέρα προσαγωγὴν κατὰ τὸν ἀπόστολον ἐσχήκαμεν. οὐ τοίνυν οὐδὲ τὸ παρὰ τοῖς Χιώταις πνεῦμα παραδεξόμεθα, ὅτι ἕτερον τοῦτο παρὰ τοῦ εὐαγγελίου δεδιδάγμεθα, πατρὶ συναριθμούμενον καὶ υἱῷ καὶ ὁμοτιμίᾳ τιμώμενον. οὐδὲ τὴν ἐγγαστρίμυθον ἐκδεξόμεθα, οὐδ' εἰ ἀναβιβάζει τὸν Σαμουὴλ κάτωθεν, εἰ καὶ ὁ μέγας πατὴρ καὶ εἰσῳκίσατο καὶ τεθαύμακε καὶ πολλοῖς ἡλίοις συνδιημέρευσε. δέδοικα δὲ μή που καὶ συνωργίακε συγκορυβαντιῶν αὐτῇ καὶ τοῦ καινοῦ συμπληρούμενος πνεύματος. Πάλαι μὲν γὰρ οὔπω τοῦ τῆς εὐσεβείας φωτὸς καθαρῶς ἀναλάμψαντος οὐδὲ τοῦ εὐαγγελικοῦ κηρύγματος πάντα διειληφότος τὰ πέρατα οὐδὲ τῶν δογμάτων τῆς ἡμέρας ἀμιγῶς ἀπὸ τῶν τῆς νυκτὸς διακριθέντων, ἀλλ' ἔτι ἀναμὶξ τῶν διαφόρων οὐσῶν νοήσεων ὑπὸ τοῖς ἐπιστήμοσι καί, ἵν' οὕτως εἴπω, λογογνώμοσι τά τε διαυγῆ τῶν δοξασμάτων καὶ τὰ κίβδηλα καὶ ὑπόχαλκα διεκρίνετο. διὰ ταῦτα πατέρων ἁπανταχῇ ἐπὶ τῇ διακρίσει τοῦ λόγου συνέδρια συγκεκρότητο· καὶ παρὰ τούτοις μὲν Ἄρειος, παρ' ἐκείνοις δὲ Μακεδόνιος καὶ παρ' ἄλλοις ὁ Λίβυς Σαβέλλιος τῆς ἐκκλησίας ἐξωστρακίζοντο καὶ ἀρχιερεῖς μόνοι τὸν λόγον τῆς κρίσεως ἐπιστεύοντο. νῦν δὲ τῶν γνησίων καὶ νόθων σπερμάτων διακριθέντων καὶ τοῦ φωτὸς καθαρῶς τὴν νύκτα σκεδάσαντος καὶ πάντων ὑπὸ μεγάλῳ φωστῆρι, τῷ ὀρθοτόμῳ λόγῳ τῆς ἐκκλησίας, πολιτευομένων, τίς ὁ λόγος μὴ ἄλλως τοὺς τῆς ἀσεβείας μυσταγωγοὺς τοῦ τῶν εὐσεβῶν καταλόγου ἀποκηρύττεσθαι, εἰ μὴ πατριάρχαι τούτους ἀποκρίνοιέν τε καὶ ἀθετήσαιεν; ἆρ' οὖν, εἴ τις ἴδοι τινὰ κατὰ νώτου τὴν τοῦ ἡλίου πεποιημένον ἀνατολὴν καὶ πρὸς τὴν ἑσπέραν ποιούμενον τὴν εὐχήν, κοινωνήσει τἀνδρὶ τοῦ σκοποῦ μέχρι τῆς πατριαρχικῆς κρίσεως καὶ ἀδιάφορον ἡγήσαιτο τὸ εἶδος τῆς προσευχῆς; ἢ εὐθὺς ἐκκλίνοι καὶ γνώμονι ἑαυτῷ πρὸς τὴν διάκρισιν χρήσαιτο; ἄτοπον τοίνυν εἰ, ἃ μηδὲ πολλὴν ἐπισύρεται τὴν διαβολήν, ἀφ' ἑαυτῶν διαπτύοντες περὶ τῶν πάντῃ κατεγνωσμένων καὶ αὐτόθεν αὐτελέγκτων καὶ ἀποβλήτων συνοδικῆς γνώμης δεησόμεθα. εἰ τοίνυν σαβελλίζοντά τινα γνοίημεν τήμερον καὶ τὰς ὑποστάσεις εἰς ἓν πρόσωπον ἀναλύοντα, αὐτόθεν ἀποπεμψόμεθα ἢ συνδοξάσομεν μέχρι ἂν ἡ σύνοδος κρίνοι τὸν ἄνδρα καὶ κατακρίνοι; ἀλλ' οὐκ ἂν εἴποιτε, εἰ μὴ προδήλως ἀσεβεῖν βούλοισθε. πῶς οὖν τοῦτο διδόντες πικρῶς ἡμᾶς ἐξετάζετε, ὅτι τὰς τῶν Χιωτῶν δόξας διαπεφεύγαμεν μὴ παρ' ὑμῶν εἰληφότες τῆς διαστάσεως τὸ ἐνδόσιμον; ἀλλ' οὐκ οἶδα,