οὐ τρέφουσα (βοτάνη γὰρ οὐ τρέφει), ἀλλ' ἑαυτὴν λαμπρύνουσα τῷ κάλλει τῆς ἰδέας. οὐδὲν γὰρ χρῄζει παρ' ἡμῶν ὁ γεωργὸς κερδαίνειν, ὅπου φησὶν ὁ ψαλμῳδὸς πρὸς τὸν αὐτὸν νυμφίον· τῶν ἀγαθῶν σὺ τῶν ἐμῶν οὐδ' ὅλως ἔχεις χρείαν. ἀλλ' ὁ Χριστός, ὁ γεωργὸς ἡμῶν καὶ ὁ νυμφίος, ὁ μῆλον ὄντως γεγονὼς ἀπὸ τοῦ σαρκωθῆναι, τὰς τρεῖς καὶ πρώτας ἐν ἡμῖν αἰσθήσεις ἐπευφραίνει, τὴν ὅρασιν, τὴν ὄσφρησιν, καὶ μάλιστα τὴν γεῦσιν. ὡραῖος γὰρ εἰς ὅρασιν ὡς ἀληθῶς τυγχάνει ὁ πάντων ὡραιότερος τῶν γηγενῶν δεσπότης, καὶ τοὺς ὁρῶντας πρὸς αὐτὸν ἐργάζεται φωστῆρας· ἡδύς τε πρὸς τὴν ὄσφρησιν ὑπάρχει μύρου πλέον, τὸ μέχρι γὰρ τοῦ πώγωνος πρὶν καταβαῖνον μύρον τοῦ Ἀαρὼν αὐτός ἐστιν ὁ θαυμαστὸς νυμφίος· γλυκύτατος γὰρ πέφυκε καὶ μάλιστα πρὸς γεῦσιν ὡς τὴν ζωὴν τὴν ἄληκτον διδοὺς τοῖς γευσαμένοις, ὁ τρώγων γάρ, φησὶν αὐτός, σῶμα τοὐμὸν ἀξίως, οὗτος κερδήσει τὴν ζωὴν τὴν ὄντως αἰωνίαν. Ἀρκοῦσι ταῦτα τῷ σκοπῷ καὶ λόγῳ τῷ τοῦ μήλου, τὸ τῶν Ἀισμάτων δὲ λοιπὸν ὅλον ἑρμηνευτέον. φησὶν ἡ νύμφη καθεξῆς περὶ τοῦ μήλου λόγου· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου [2, 3]. Τούτου, φησί, τοῦ θαυμαστοῦ καὶ ζωηφόρου μήλου πολλάκις ἐπεθύμησα ποῦ τὴν σκιὰν προσβλέψαι, ὅταν ἡ φλὸξ τῶν πειρασμῶν σφόδρα κατέφλεγέ με. ἀλλ' ἰδοὺ νῦν ἐκάθισα καὶ τέρπομαι καὶ χαίρω, καὶ τὸν φλογμὸν ἐξέφυγα τὸν τῶν πειρατηρίων καὶ μελετῶ τὰς ἐντολὰς ἁπάσας τοῦ κυρίου, ὁπόταν ὁ γλυκύτατος καὶ λόγος καὶ νυμφίος κατασκιάσῃ μὲν αὐτοῦ ταῖς πτέρυξι ταῖς θείαις, ἀποτειχίσῃ δὲ μακρὰν τοῦ πειρασμοῦ τὴν φλόγα. Ταῦτα μὲν οὕτως εἴρηκεν ὥσπερ ἐγκαυχωμένη· παρακαλεῖ δὲ καθεξῆς τοὺς φίλους τοῦ νυμφίου ἔτι προκόψαι καὶ δραμεῖν πρὸς τὸν καλὸν νυμφίον. φησὶ γὰρ οὕτω πρὸς αὐτούς-ἀλλά μοι σκοπητέον· εἰσαγάγατέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην [2, 4]. Φησί· διψῶ τὴν προκοπὴν τὴν ὡς πρὸς τὸν νυμφίον, τὸν βότρυν λέγω τῆς ζωῆς, τὸν πέπειρον, τὸν θεῖον, τὸν γλεῦκος ἀποστάξαντα τῷ σταυρικῷ θανάτῳ. καὶ τοίνυν εἰσαγάγετε κἀμὲ πρὸς οἶκον τούτου, ὡς ἂν ἰδοῦσα καθαρῶς τὸ κάλλος τοῦ νυμφίου τὸ ζώπυρον αὐξήσω μου τῆς πρὸς αὐτὸν ἀγάπης. Ἔτι δὲ πάλιν δυσωπεῖ τυχεῖν τῶν μειζοτέρων· τάδε γὰρ λέγει πρὸς αὐτούς, τοῦτ' ἔστι τοὺς ἀγγέλους· στηρίξατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις [2, 5]. Ἐπεί, φησίν, ἠγάπησεν ἐμὲ τὴν ἀπωσμένην ὁ θαυμαστὸς καὶ φοβερὸς καὶ κάλλιστος νυμφίος, στηρίξατέ με τὸ λοιπὸν ὑμεῖς οἱ τούτου φίλοι πρὸς τὴν ἀγάπην τὴν αὐτοῦ τοῦ λόγου καὶ νυμφίου, ὥσπερ μοι πρότερον χρυσόν, ἄρτι διδόντες μύρα τὰ πάσης ἀποτρεπτικὰ δυσώδους ἁμαρτίας. ὡς ἂν μηκέτι πλανηθῶ καὶ παρεκκλίνω πάλιν. σὺ δ' ἀρετὰς ἐννόησον τὰ μύρα τὰ τῶν φίλων. Ἀλλ' ἔτι πάλιν λιπαρεῖ τοῖς μήλοις στοιβασθῆναι. ποτὲ μὲν γὰρ προσομιλεῖ τοῖς φίλοις ὥσπερ νύμφη ἡ παρθενεύουσα ψυχὴ καὶ νυμφοστολουμένη, ποτὲ δ' ὡς κλίνη χρυσαυγής, ποτὲ δ' ὡς θεῖος θρόνος. καὶ γὰρ ὡς ὄντως ἐν μιᾷ ψυχῇ καθαρωτάτῃ νυνὶ μὲν ἀνακλίνεται Χριστὸς ὁ καὶ νυμφίος, νυνὶ δὲ καὶ περιπατεῖ, καὶ κάθηται πολλάκις· ἅπαν δὲ τοῦτο πέφυκεν ὁ στοιβασμὸς τῶν μήλων. ποθεῖ καὶ φλέγεται καλῶς ἡ νύμφη τῷ νυμφίῳ, ὅστις καὶ μῆλον λέγεται φανὲν ἐκ τοῦ δρυμῶνος, καὶ θέλει τοῦτον γίνεσθαι πάντοτε ταῦτα πάντα, τροφὴ τρυφή τε καὶ σκιὰ καὶ στοιβασμὸς τῆς στέγης, ὥσπερ κἀκείνη γίνεται ξύμπαντα πρὸς ἐκεῖνον, νύμφη καὶ θρόνος καὶ στρωμνὴ καὶ πάλιν κατοικία. Εἶτά φησι πρὸς τοὺς αὐτοὺς ἀγγέλους τὴν αἰτίαν τῆς παρακλήσεως αὐτῆς τῆς συνεχοῦς πρὸς τούτους· ὅτι τετρωμένη ἀγάπης ἐγώ [2, 5]. Ἐγώ, φησίν, ἐκδυσωπῶ τὴν ὑμετέραν χάριν τὴν στέγην ὅλην μου καλῶς ἐν μήλοις στοιβασθῆναι, ὅτι τὸ βέλος ἔτρωσεν ἐμὲ τὸ τῆς ἀγάπης. ἀγάπην τοίνυν νόησον τὸν ἄναρχον πατέρα καὶ βέλος ὄντως ἐκλεκτὸν τὸν λόγον καὶ νυμφίον· τοῦτον γὰρ πέμπειν εἴωθεν ἐπὶ τοὺς σῳζομένους. Ἀλλὰ προστίθησί τινας ἡ νύμφη πάλιν λόγους,