10
ἐδυσφήμησε δεδοικώς, μή σε παροργίσῃ καὶ κατὰ τοῦ αὐτοῦ σώματος ἐνέγκῃς τὴν πληγήν. καὶ ἄλλως δὲ πολλάκις τις, ἵνα μὴ εἰς ὀφθαλμὸν λάβῃ, τὴν χεῖρα προτείνει καὶ εἰς τὸ ἧττον τίμιον μέλος δέχεται τὴν πληγήν, δέρμα ὑπὲρ δέρματος προισχόμενος, ἵνα σώσῃ τὸ κυριώτερον. οὐδὲν οὖν μέγα, φησίν, εἰ τῶν ἔξωθεν περιεφρόνησεν. ἔστι δὲ καὶ ἄλλως νοεῖν· ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς θεὸν 27 εὐφημίαν ὁ πονηρὸς δέρμα, φησίν, ὑπὲρ δέρματος δέδωκεν, ἀντὶ τοῦ· εἰς ὀλίγα βλαβεὶς ὀλίγην τινὰ εὐφημίαν προσήγαγεν, καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρχόντων ἄνθρωπος καταφρονεῖ, ἵνα αὐτὸς μὴ βλαβῇ. τὸ γὰρ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀντὶ τοῦ ὑπὲρ ἑαυτοῦ εἴρηκεν. 2, 6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. πάλιν κατὰ μέτρον τὸν χρυσοῦν ἀνδριάντα τῷ διαβολικῷ πυρὶ δοκιμάζει ὁ θεὸς οὐκ αὐτὸς γνῶναι θέλων, ὃν ἠπίστατο, ἀλλ' εἰς ἔλεγχον διαβολικὸν καὶ ἐφ' ᾧ τοῦτον ἡμῖν γνωρίσαι. καὶ τοῦ μὲν σώματος δίδωσι τὴν ἐξουσίαν, οὐ συγχωρεῖ δὲ τοῦ σώματος ὑπεξαγαγεῖν τὴν ψυχήν, ἵνα ἐξ ἐπιγονῆς τὰ διπλασίονα χαρίσηται ἀγαθά. ἢ καὶ τοῦτό φησιν, ὅτι τοῦ ἡγεμονικοῦ αὐτοῦ μὴ ἅψῃ, διὰ δὲ τῶν εἰς τὴν σάρκα βασάνων τὸν ἀγῶνα ποιοῦ. 2, 78 ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν μέχρι κεφαλῆς. καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέῃ, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. μετὰ τὴν τῶν κτημάτων καὶ τῶν οἰκετῶν καὶ τῶν παίδων ἀφαίρεσιν τότε τὸ τῆς λώβης ἕλκος ἐπήγαγεν ὁ διάβολος, ὡς δριμεῖς μὲν ῥέειν ἰχῶρας ἐκ τοῦ σώματος καὶ ἐπιδάκνοντας, ἀπορίαν δὲ εἶναι παντελῆ τῶν τε ἀναγκαίων καὶ τῶν νοσοκομούντων. καὶ τῆς μὲν πόλεως ὡς λελωβημένος ἔξω καθῆστο. τῇ δὲ χειρὶ τοὺς μυδῶντας ἰχῶρας οὐχ ὑπεδέχετο, ἵνα μὴ καὶ μᾶλλον ἀποκναίοιτο, ἀλλ' ὀστράκῳ τούτους ἀπέ 28 ξεεν. αἴθριος δὲ καὶ ἐπὶ κοπρίας ἔκειτο, ἵνα κἂν ἀνθρωπίνης ἀκούσῃ φωνῆς ἢ καθαρὸν ἀναπνεύσῃ τὸν ἀέρα ἤ, τό γε ἀληθέστερον εἰπεῖν, τῇ μείζονι κακοπαθείᾳ τὸν θεὸν ἐξιλεούμενος. 2, 99α χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ὁ μὲν οὖν γενναῖος καὶ φιλόθεος Ἰὼβ ἐνεκαρτέρει τῇ πενίᾳ καὶ τοῖς πάθεσι χρόνον οὐκ ὀλίγον καὶ πρὸς ἑαυτὸν παραμυθούμενος ἔλεγεν· δεῖ φέρειν ἀνδρικῶς, δεῖ καρτερεῖν, δεῖ τὴν ἐκ θεοῦ προσμένειν βοήθειαν, οὐ βραδύνει θεὸς ἐπαμῦναι καὶ τῶν παρόντων ἀπαλλάξαι δεινῶν. ἐξασθενεῖ δὲ ἡ γυνὴ πρὸς τὰς συμφορὰς ὑπὸ τοῦ διαβόλου τηρηθεῖσα ὥσπερ ὕστερον μηχάνημα κατά τινος ἀσείστου τείχους. ὁ δὲ πανοῦργος διάβολος ὡς ἱκανῷ χρόνῳ κατειργάσατο τὸν δίκαιον, τότε τῇ τῆς γυναικὸς ἀσθενείᾳ συγχρῆται καὶ ὁπλίζει ταύτην κατ' αὐτοῦ ὥσπερ ποτὲ καὶ τὴν Εὕαν κατὰ τοῦ προπάτορος Ἀδάμ. ἡ δὲ καὶ πρὸς τὰς συμφορὰς ἀπειποῦσα καὶ τοῦ διαβολικοῦ πληρωθεῖσα πνεύματος ἐπὶ τοὺς παρόντας προήχθη λόγους, καὶ πρῶτα μὲν αὐτῷ τὰς εἰς θεὸν ἐλπίδας ἀνηνύτους πειρᾶται δεικνύναι τῷ πολλῷ παρεληλυθότι χρόνῳ πιστουμένη τὸ μέλλον· εἶτα καὶ ἐπάγει· 2, 9 βε ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθισαι διανυκτερεύων αἴθριος· κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέ 29 χουσιν. ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅλον ἦν θεοῦ συγχώρησις καὶ διαβόλου προσβολὴ μετ' ἐξουσίας πράττοντος διὰ τὸν συγκεχωρηκότα θεόν, ἐφ' ᾧ διὰ πάντων ἀγωνισάμενον τὸν Ἰὼβ στεφανίτην ἀναδειχθῆναι. διὸ καὶ τὴν γυναῖκα οὐδεὶς ἠλέει οὐδὲ τῆς παλαιᾶς αὐτῆς εὐδαιμονίας μεμνημένος παρεμυθεῖτο τὴν ἔνδειαν, ἀλλ' ἐθήτευεν ἐπὶ μισθῷ (τοῦτο γὰρ σημαίνει τὸ λάτρις) τοῖς ἑκάστοτε δεομένοις ὑπηρετοῦσα, ἐφ' ᾧ καὶ ἑαυτῇ καὶ τῷ συνεύνῳ ἐπαρκέσαι πρὸς τὸ ἀποζῆν. ἀπειποῦσα