Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η··[············]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [··········] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω 180 τοιούτων σωμάτων [··········]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα *** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε···· ραφην τῆς ζωῆς ἐν αὐτῇ † μελλον ἔχουσαν † η τῇ δικαιοσύνῃ *** Ἐπεὶ τοίνυν δύο εἰσὶν δικαιώσεις, ἡ μὲν παρὰ Θεῷ δικαιοῦσα, ἡ ἐκ πίσ τεώς ἐστιν, ἡ δὲ παρὰ τοῖς λοιποῖς λογικοῖς, ἡ ἐξ ἔργων, οὕτω πληρουμένου τοῦ «Ἐκ πίστεώς μου ὁ δίκαιός μου ζήσεται», ἐφαρ|μόσεις ταῖς δύο δικαιώσεσιν καὶ τὸ «Τὰ κρυπτὰ Κυριῷ τῷ Θεῷ σου, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν», λέξεις δὲ τὰ μὲν Κυρίῳ τῷ Θεῷ βλεπόμενα κρυπτὰ κατὰ τὴν παρὰ Θεῷ δικαιοῦσαν πίστν, τὰ δὲ τοῖς ἀνθρώποις φανερὰ καὶ τοῖς λοιποῖς λογικοῖς κατὰ τὴν ἐξ ἔργων δικαίωσιν. Καὶ μὴ νομί σῃς δύνασθαι μὲν πίστιν εἶναι | ἔν τινι ἣν λογίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, συνυπάρχειν δὲ ταύτῃ οἷόν τε εἶναι τῇ τοιαύτῃ πίστει ἀδικίαν, ἤ τινα κακίαν. Εἰ γὰρ ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν ἐκ τοῦ Θεοῦ γεγέννηται, ὁ δὲ ἐκ τοῦ Θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει, δηλονότι ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν οὐχ ἁμαρτάνει, ὁ δὲ ἁμαρτάνων οὐ πιστεύει *** | Πατέρα δὲ ἑαυτοῦ καὶ τῶν ἐκ περιτομῆς λέγων εἶναι τὸν Ἀβραὰμ ὁ Παῦ‖λος προστίθεται ὡς ἄρα πατὴρ ἦν κατὰ σάρκα, ὅπερ οὐχ ἡγοῦμαί τινα τῶν ἀπὸ τῶν ἐθνῶν ὑγιῶς ἂν λέξειν, ἐὰν <μὴ> ἄρα τις ἐκ σπέρματος τυγχάνῃ 182 Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπὸ τῶν Χεττούρας υἱῶν· οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους | καὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς *** Μόνος γὰρ [·]ν ἐκεῖνος υἱὸς ἂν εἴη τινὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπερ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ | τὴν ἀρχὴν τῆς ἐξεταζομένης ἐπιστολῆς τὸ «Τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» *** ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ ἐλθὼν κατῴ[κησε παρὰ τὴ]ν δρῦν τὴν ἐν Μαμβρῇ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ[οδόμησεν ἐκ]εῖ θυσιαστήριον Κυρίῳ *** Ὑπερβολικῶς μὲν οὖν [········· κ]ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις|τάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται. Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην *** Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται· «Ἡ ἀγάπη πάντα | πιστεύει» *** Ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. Καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν *** ἔστιν διάφορα μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσεν καὶ ἐλογίσθη αὐτῷ εἰς 184 δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται, ἡνίκα ἐπεῖδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησεν Κύριος τοῖς Αἰγυπτίοις καὶ ἐφο βήθη ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Κυρίῳ καὶ Μωσεῖ τῷ θεράποντι αὐτοῦ, οὐ | πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ «Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Οὐ παντὶ οὖν τῷ πιστεύοντι Θεῷ λογίζεται ἡ πίστις εἰς δικαιοσύνην ἀλλὰ τῷ πᾶσαν τὴν πίστιν ἔχοντι, ἥντινα πίστιν οὖσαν δικαιοσύνην λογίζεται εἰς δικαιοσύνην ὁ Θεός *** οὐχ ὡς χάρις ἀλλ' ὡς ὀφείλημα· οὐδὲν δὲ κατορθοῦσθαι δύ|ναται τηλι κοῦτον τῇ τῶν ἀνθρώπων ἤ τινος τῶν γενητῶν φύσει, ὥστε ἐπὶ τοῖς κατορ θώμασιν τὸ διδόμενον ὑπὸ τοῦ Θεοῦ ἆθλον μὴ χάριν εἶναι ἀλλ' ὀφείλημα· καὶ εἴποιμι <ἂν> γὰρ οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν ἀλλὰ πάντα ὡς χάριν δωρεῖται·