ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάριμα αὐτοῦ· φησὶ γὰρ τὸ χάριμα τοῦ θεοῦ ζωὴ αἰώνιο ἐν Χριτῷ Ἰηοῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήεται ὑμῖν· χάριτι γάρ ἐμεν εωμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, θεοῦ τὸ δῶρον, ἵνα μή τι καυχήηται. πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον. 23 iv 6-9 καθάπερ καὶ ∆αυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν· ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; μηκέτι πραττομένου τοῦ χείρονος ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν· ἀγαθοῦ δ' ἐπιτελουμένου, ὡς τὰ γενόμενα κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων, οὐδὲ λογίζεται ἔτι κύριός τινι τὸ ἡμαρτηκέναι. 24 iv 9-12 λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην· πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ' ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόν των δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην· καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν' οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθη σομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσιν λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον· ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ' ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνηθε, Χριτὸ ὑμᾶ οὐδὲν ὠφελήει. 25 iv 15-17 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος οὐδὲ παράβασις. διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν· καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε· κατέναντι οὗ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάιν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυ σμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅα ὁ νόμο λαλεῖ τοῖ ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πίτεω ὀνομαζό μενον θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστὶν ὁ τῆς πί στεως νόμος καὶ ὁ τοῦ θεοῦ, σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς υνήδεται κατὰ τὸν ἔω ἄνθρωπον, ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖ μέλειν ἑαυτοῦ ἀντιτρατευόμενον τῷ νόμῳ τοῦ νοό. καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος, καὶ οὗ οὐκ ἔστι νόμος οὗτος ἐκεῖ οὐδὲ παράβασίς ἐστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσὶ κληρονόμοι, εἰ γὰρ οἱ ἐκ