ἀπειθείας υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι' αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸ ταύτας ἡμῖν τὰ ἐξουία ἡ πάλη, ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰ ἐξουία ἐν τοῖ ἐπουρανίοι εἶναι λέγεσθαι (ὥσπερ τὰ ἀρχὰ καὶ τὰ ἐξουία καὶ τοὺ κομοκράτορα ἐν τοῖ ἐπουρανίοι), τοῦ περὶ ἡμᾶς ἀέρος κατά τινα συνήθειαν τῆς γραφῆς «οὐρανοῦ» ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ, σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. τὸ δὲ καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, τίσιν ἢ τοῖς παραπτώ μασι; καὶ γὰρ οὐκ ἀπέδωκέ τι πρὸς τὰ παραπτώματα ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐπιφέρει τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε· νῦν δὲ ἀποδίδωσι πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν τὸ καὶ ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἵνα μὴ δόξῃ, εἰπὼν τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου ἑαυτὸν δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν. οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκός, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων ἡ ὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματο τὸ δὲ πνεῦμα κατὰ τῆ αρκό. ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώμασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι ἀλλὰ πλείονα θελήματα, καὶ οὐ μόνον τῆς σαρκὸς ἀλλὰ καὶ τῶν διανοιῶν· ζητοῦμεν δὲ τίνα τὰ θελήματα τῶν διανοιῶν ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε <ὅτι> τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς καὶ φιληδονεῖν ποιεῖ τις τὰ θελήματα τῆς σαρκός, τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγιοῦς δόξης καὶ τῆς ὀρθῆς διανοίας ποιοῦ μεν τὰ θελήματα τῶν διανοιῶν. εἰς δὲ τὸ ἤμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί, οὐκ οἴδαμεν ὅ τι ποτὲ ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει υἱὸς Θεοῦ φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ ῶμα τῆ ταπεινώεω γεγονέναι τέκνα φύσει ὀργῆς, ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητο· κατὰ γὰρ τὸν Σολομῶντα οὔκ ἐτι δίκαιο ἐπὶ τῆ γῆ ὃ ποιήει ἀγαθὸν καὶ οὐχ ἁμαρτήεται. 10 Eph. ii. 6 [καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.] [Ὠριγένης δέ φησι] τὸ συνήγειρε καὶ συνεκάθισεν ὁ μὲν ἁπλούστερον ἐκλαμβάνων κατὰ πρό γνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἐσόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ κἂν ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκί, οὕτως οὐκ εἶναι ἐπὶ γῆς κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν πνεύματι οὐκ ἐστὶν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν αρκὶ ἀλλ' ἤδη ἐν πνεύματι. αἱ γοῦν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων <τ>ε καὶ τοιῶνδε κατάληψις οὐκ ἐστὶν ἐπίγειος ἀλλ' ἐπουράνιος, πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖ ἐχόντων συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρα νίοις, εἴπερ καὶ ἡ βαιλεία τοῦ Θεοῦ ἐντὸ ἡμῶν ἐτιν, ἵν' οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις συγκαθήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ Σοφίᾳ καὶ τῷ Λόγῳ τοῦ Θεοῦ. 11 Eph. ii. 12 [ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.] [Ὠριγένης φησί] πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας ἀλλὰ ἄλλην τινὰ καινὴν καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν. ἦτε γάρ, φησίν, ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ ἀλλ' οὐδὲ ἀπηλλοτριωμένων τῆς πολι τείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον καὶ κατ' αὐτὸν βιοῦσι πᾶσιν ὑπάρχει τὸ <ᾠ>κειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ καὶ μᾶλλον τῶν σωμα τικῶν Ἰουδαίων· ἀκόλουθον δέ ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένον