νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους, περὶ τῶν ἐκ περιτομῆς διαλεγόμενος, γράφει· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. ἀλλ' εἰκὸς διὰ ταῦτα περὶ μὲν τῶν πέντε Μωσέως ἐπιγεγραμμένων βιβλίων μὴ ἂν διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη τυπικῶς συνέβαινε. παρατηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ· κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν κατ' ἐκλογὴν Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας, ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους. 1.14 Τούτων οὕτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. καὶ πρῶτόν γε τοῦτο ὑποδεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτί ζοντι πνεύματι προνοίᾳ θεοῦ διὰ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου τοὺς διακόνους τῆς ἀληθείας, προφήτας καὶ ἀποστόλους, ἦν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους πραγμάτων· ἀνθρώ πους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν· ἵν' ὁ δυνάμενος διδαχθῆναι ἐρευνήσας, καὶ τοῖς βάθεσι τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδοὺς, κοινωνὸς τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται δογμάτων. εἰς δὲ τὰ περὶ τῶν ψυχῶν, οὐκ ἄλλως δυναμένων τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως ὡς προηγούμενα τέτακται, καὶ τοῦ μονογε νοῦς αὐτοῦ· ποίας ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι· τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν θειοτέρων τε καὶ ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας· καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ διαφοραὶ αὗται ἐληλύθασι· τίς τε ὁ κόσμος, καὶ διὰ τί ὑπέστη. ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν. 1.15 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀλη θείας ψυχάς· δεύτερος ἦν σκοπὸς, διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων, καὶ ἀνθρώπου κτίσεως, καὶ τῶν ἐκ τῶν πρώτων κατὰ διαδοχὴν μέχρι πολλῶν γεγενη μένων· καὶ ἄλλαις ἱστορίαις, ἀπαγγελλούσαις δικαίων πράξεις, καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτή ματα ὡς ἀνθρώπων, καὶ ἀνόμων καὶ ἀσεβῶν πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δὲ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικη μένων, τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα βασανίζειν δυνα μένοις σαφηνίζεται. καὶ ἔτι θαυμασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προφητεύονται· μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολ λοὺς, ὡς χωροῦσι, βελτιοῦν. 1.16 Ἀλλ' εἴπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστο ρίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς· ᾠκονόμησέ τινα οἱονεὶ σκάνδαλα καὶ προσκόμματα καὶ ἀδύνατα διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος· ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κι νούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι, τοῦ προηγουμένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγγεῖλαι