τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. ταύτης εἰς Θήβας μοι δοκῶ τὰς Βοιωτίας πάλαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συνερρυηκότων ἐφαλομένης καὶ τοῖς προσώποις λυμηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ὁμοφύλων λώβας, καταφονεῦσαι τὸ ζῷον καὶ ὄνομα λαμπρὸν ἐκεῖθεν λαβεῖν. καὶ αὐτὸν ὁ μῦθος εἰς ἀνδρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀναπλάττει διὰ τὸ ὀξέως ἐπιπηδᾶν, στέρνον δὲ γυναικὸς ἐφαρμόττει καὶ τὸ σῶμα λέοντος· γυναικὸς μέν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως καὶ πρὸς τὸ γυναικεῖον εἶδος ὁμοιώσεως· λέοντος δέ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγχάνει ποσὶν ἐρειδόμενον. λόγου δὲ τῷ θηρίῳ μετέδωκεν τὸ πλάσμα διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές· αἰνιγματώδους δέ, διὰ τὸ ἄσημα φθέγγεσθαι. καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ἕλλησι πρὸς τὸ μυθῶδες διαπλάττειν. Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσιν ἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρὰς καὶ τὴν κοιλίαν καθήκουσαι· καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλήλαις ἐνελιττόμεναι, θαυμαστήν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποικιλίαν. ἀλλά γε δὴ καὶ ὁ φοῖνιξ, τὸ πολυθρύλητον πτηνόν, παρ' αὐτοῖς τυγχάνει γινόμενος. καὶ μὲν δὴ καὶ τὴν σιτάκην ἐκεῖθεν ἴσμεν κομιζομένην, ὃ τῶν ὀρνέων ἐστὶν λαλίστατον καὶ τῆς ἀνθρωπίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς ὄρνεις, οὓς γαράμαντας ἐπικαλοῦσί τινες, ἀπὸ τοῦ ἔθνους οὗ μάλιστα πλεῖστοι κομίζονται τὴν ἐπωνυμίαν θέμενοι. καὶ ἄλλα δὲ πλεῖστα διαφανῶς ὑπερφυέστατα φύεται, ὧν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται. Ἀλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεννᾶται καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς ἀναδιδομένων καὶ ἐπ' ἀλλήλοις κειμένων καὶ ἐπίδηλον αὐτοῦ τὴν γένεσιν παρεχομένων· καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέγιστοι, ὧν γνώριμα καὶ τὰ κάρυα. ἀλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς Ὁμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης δὶς τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρπούς, ἐξ οὗ καὶ τὴν χώραν Ἀραβίαν εὐδαίμονα προσηγόρευσαν. καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει, ὁ δὲ Παράδεισος ἁπάσης τῆς Ἑῴας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων καὶ τοὺς ἀέρας ἀκραιφνεστάτους καὶ καλλίστους ἔχων καὶ τοῖς διαφανεστάτοις ὕδασι καταρδόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ' ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ' ἀνίσχοντα τὸν ἥλιον αὐτῷ παρακλυζομένης. 3.12 Ὅτι, φησίν, Ἀθανάσιος, πρὸς τὸν ἑσπέριον ἀφικόμενος βασιλέα καὶ δώρων τοὺς αὐτῷ παραδυναστεύοντας ὑπαγαγὼν ἀφθονίᾳ, μάλιστα δὲ Εὐστάθιον, ὃς κόμης ἦν τῶν λεγομένων πριουάτων καὶ τῷ βασιλεῖ πιθανώτατος, ἐπιστολὴν πρὸς Κωνστάντιον κομίζεται λέγουσαν ὧδε· «Ἀθανάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν τὴν ἐπισκοπὴν τῆς Ἀλεξανδρείας ἀποδεικνύς. τυγχανέτω τοίνυν διὰ σοῦ ταύτης, ἐπεὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσηται ὅπλοις». δεξάμενον δὲ τὴν ἐπιστολὴν τὸν Κωνστάντιον καὶ τοὺς ἐπισκόπους ἐπὶ κοινωνίᾳ βουλῆς συγκαλέσαντα, γνώμην παρ' αὐτῶν λαβεῖν ἄμεινον εἶναι μὴ πόλεμον ἀναρρῆξαι τῷ ἀδελφῷ ἢ τῆς Ἀθανασίου βαρύτητος τὴν Ἀλεξάνδρειαν ἀπαλλάξαι. διὸ καὶ ἐφιέναι αὐτῷ τὴν ἐπισκοπὴν ἀναλαβεῖν, καὶ τὸν Γεώργιον δι' ἐπιστολῆς εἰς ἑαυτὸν μεταπέμψασθαι. ἀλλ' ὁ μὲν εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφίκετο, κἀκεῖ διῆγεν τὰ καθ' ἑαυτὸν ἐπισκοπούμενος. ὁ δὲ Ἀθανάσιος, μετὰ μείζονος ἤδη φρονήματος διιὼν τὰς πόλεις, καθ' οὓς γίνοιτο τῶν ἐπισκόπων λόγοις αὐτοὺς ἐξεκαλεῖτο πρὸς τὸ ὁμοούσιον· καὶ τοὺς μὲν ἄλλους μὴ προσδέχεσθαι, Ἀέτιον δὲ τὸν ἔφορον τῆς Παλαιστίνης, ἐπὶ πορνείᾳ καταγγελλόμενον καὶ βουληθέντα τῇ πρὸς