εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν καὶ μάτην ἤρτησας ἡμᾶς ἐκείνῃ τῇ ἐλπίδι καὶ ἐπαγγελίᾳ. ἵνα οὖν μή τινες τοιούτοις ὀκλάζωσι λογισμοῖς, παρρησιαστικώτερον καὶ μετὰ τῆς θεοπρεποῦς ἐξουσίας φησίν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει καὶ ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἷον κιβδήλοις καὶ ἀνθρωπίνοις διασαλεύεσθε λόγοις, ἐγὼ ἐπὶ τὸ ὑμῶν συμφέρον, ἐπὶ τῇ σωτηρίᾳ τῇ ὑμετέρᾳ λέγω, ἐπὶ τῇ ὑμῶν αἰωνίῳ ζωῇ. γνῶτε καὶ μάθετε ἀφέντες τοὺς ματαίους λογισμούς, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει· ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς καὶ ἑξῆς. 45 Jo 6, 57 Κἀγὼ ζῶ διὰ τὸν πατέρα. οἷον ἐπεὶ ὁ πατὴρ ζῶν ἐστι κἀγὼ διὰ τὸ ὁμοούσιον αὐτὸν ἐμοὶ εἶναι ὡσαύτως ζῶν εἰμι καὶ ὁ τρώγων με καὶ ἐν ἑαυτῷ λαμβάνων τῆς ἐμῆς σαρκὸς τὴν οὐσίαν ζήσεται διὰ ταύτην αὐτήν· ταύτην γὰρ τρώγων ἐμὲ τρώγει καὶ διὰ ταύτην ζῶν τὴν ἀληθινὴν ζωὴν δι' ἐμὲ δῆλον ὅτι ζῇ. 46 Jo 6, 62-63 Ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον, ἄρα ἔτι ἐν τῷ σκανδαλίζεσθαι μενεῖτε καὶ οὐδὲ τότε ἐπιγνώσεσθε, ὅτι τὸ πνεῦμα ζωοποιεῖ, ἡ δὲ σαρκικὴ μελέτη καὶ βιωτικὴ διάνοια οὐδὲν ὠφελεῖ καὶ ὅτι τὰ ῥήματα, ἃ ἐγὼ λέγω ὑμῖν, πνευματικά ἐστιν. αὐτὰ δὲ πνεῦμά ἐστιν, φησίν, οἷον οὐδὲν ἔχουσιν ἀνθρώπινον καὶ σαρκικόν. 47 Jo 6, 66-68 Οὐ πάντες ἐβλάβησαν, ἀλλ' οἱ ἀμφίβολοι μᾶλλον ἠλέγχθησαν, οἱ δὲ γνησίως ἔχοντες καὶ ἐπὶ πλέον ἐστερεώθησαν. ἄκουΣον εὐθέως Πέτρον ὅΣον ἀπὸ τῶν ῥημάτων ὠφέληται, πῶς ἀναφθέγγεται καί φησιν· πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἑξῆς. ὥστε εἰ καί τινες ἀπὸ τῶν τοιούτων τοῦ δεσπότου ῥημάτων εἰς τὰ ὀπίσω ἀπέκλινον τῆς γνώμης αὐτῶν, ὅτι σαθρὰ ὑπῆρχεν, ἐξελεγχθείσης, ἀλλ' οὖν οἱ γνήσιοι μαθηταὶ ἀπ' αὐτῶν μεγάλα ἐκέρδησαν. πολὺ ἄρα τὸ χρήσιμον τῶν τοιούτων ῥημάτων. 48 Jo 7, 17 Ἐάν τις ἐπιτρέψῃ ἑαυτὸν τῇ ἀρίστῃ πολιτείᾳ· τοῦτο γάρ ἐστιν ποιεῖν τὸ θέλημα τοῦ πατρός. αὐτίκα καὶ ἡ τῶν ὀρθῶν δογμάτων ἐπεισέρχεται θεωρία καὶ ἐπιγνώσεται καὶ τὴν ἐμὴν διδαχὴν πατρικὴν Σοφίαν καὶ διδασκαλίαν εἶναι. 49 Jo 7, 19- Ὁ δεσπότης φησίν· τί με ζητεῖτε ἀποκτεῖναι; οἱ δὲ δέον δι' ἡμερότητος καὶ ἐπιεικῶν λόγων ἀπολογήσασθαι, δι' ὧν ἔδοξαν ἀρνεῖσθαι τὸν καθ' αὑτῶν ἔστησαν ἔλεγχον· ἡ γὰρ μανιώδης αὐτῶν διὰ τῶν χειλέων προϊοῦσα ὕβρις τὴν ἐν τῇ καρδίᾳ σφαδάζουσαν ἐπὶ τὴν μιαιφονίαν ὁρμὴν αὐτῶν ἐθριάμβευσεν. δαιμόνιον ἔχεις· ὦ στόμα πλῆρες ὡς ἀληθῶς σατανικῶν ῥημάτων· τί γὰρ εἶπεν; οὐχ ὅπερ ὑμεῖς διὰ τῆς βλασφημίας τῆς ἀκράτου ἀπεκαλύψατε, ὅτι πρὸς μιαιφονίαν ἑτοιμάζεσθε; εἰ δὲ τῶν καρδιῶν τοῖς λογισμοῖς ἐμβατεύων ἀποκαλύπτει τὰ κρύφια, βλασφημεῖν χρὴ ἢ δι' εὐφημίας ἄγειν καὶ σεβασμιότητος; ἀλλ' ἐκεῖνοι μὲν ἐβλασφήμουν· ὁ δὲ δεσπότης οὐκέτι ἐλέγχει οὐδὲ ἐπιτιμᾷ αὐτοὺς καίτοι αὐτόθεν εἰπεῖν ἦν τί με ζητεῖτε ἀποκτεῖναι ὑμεῖς δηλονότι οἱ πρὸ τῆς πράξεως διὰ τῶν λόγων ταύτην προκαταγγέλλοντες, ἀλλὰ τὸν ἔλεγχον ἐάσας ἐπ' ἄλλο ἔρχεται. 50 Jo 7, 22 ∆ιὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν καὶ ἐν σαββάτῳ περιτέμνεσθε. διὰ τοῦτο· ποῖον· ἵνα ὅταν κἀμὲ ἐν σαββάτῳ βλέπητε ἰώμενον καὶ θεραπεύοντα, μὴ θορυβῆσθε μηδὲ ἀγριαίνησθε ἔχοντες οἴκοθεν καὶ ἐξ ἑαυτῶν παράδειγμα τὴν περιτομήν, ἥτις ἐν σαββάτῳ ὑμῖν ἐπιτέτραπται γίνεσθαι. 51 Jo 7, 23 Ὅλον ὑγιῆ ἐποίησα, φησίν, ὅλον, καὶ ψυχὴν καὶ σῶμα· ἴδε γάρ, φησίν, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. 52 Jo 7, 28 Κἀμὲ οἴδατε. οἴδατέ με, φησίν, ἂν ἄρα εὐγνωμονεῖν βούλοισθε. πόθεν δὲ ἠδύναντο εἰδέναι; ἀπὸ τῶν σημείων, ἀπὸ τῶν παραδόξων καὶ θεοπρεπῶν ἔργων. ὡσαύτως δὲ καὶ τὸ οἴδατε πόθεν εἰμί. τὸ δὲ ὃν ὑμεῖς οὐκ οἴδατε, ἀλλ' ἀγνωμονοῦντες, φησίν, οὔτε ἐμὲ θέλετε εἰδέναι οὔτε τὸν ἀποστείλαντα πατέρα. 53 Jo 7, 38-39 Οὔπω γὰρ ἦν πνεῦμα οὕτω δαψιλῶς δεδομένον τινί, ὥστε καὶ προφητεύειν καὶ γλώσσαις λαλεῖν καὶ διακρίνειν καὶ δυνάμεις ἐνεργεῖν καὶ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως καὶ ἄλλοις ταῦτα χορηγεῖν καὶ παρέχειν. διὸ καὶ ὁ δεσπότης