πρόοδος. ἐπεὶ γὰρ δι' ὁμοιότητος ἑκατέρα γίνεται, τὸ μὲν ἀμέσως ἀπό τινος προελθὸν καὶ ἐπέστραπται ἀμέσως πρὸς αὐτό (ἡ γὰρ ὁμοιότης ἄμεσος ἦν)· τὸ δὲ μεσότητος ἐν τῷ προϊέναι δεόμενον μεσότητος δεῖται καὶ κατὰ τὴν ἐπιστροφήν (δεῖ γὰρ πρὸς τὸ αὐτὸ ἑκατέραν γίνεσθαι), ὥστε πρὸς τὸ μέσον ἐπιστραφήσεται πρῶτον, ἔπειτα πρὸς τὸ τοῦ μέσου κρεῖττον. δι' ὅσων ἄρα τὸ εἶναι, διὰ τοσούτων καὶ τὸ εὖ εἶναι ἑκάστοις· καὶ ἔμπαλιν. 39 Πᾶν τὸ ὂν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον, ἢ ζωτικῶς, ἢ καὶ γνωστικῶς. ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετὰ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. ᾗ μὲν οὖν ἔστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφήν· ᾗ δὲ καὶ ζῇ, καὶ ζωτικήν· ᾗ δὲ καὶ γινώσκει, καὶ γνωστικήν. ὡς γὰρ προῆλθεν, οὕτως ἐπέστραπται, καὶ τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. καὶ ἡ ὄρεξις οὖν τοῖς μέν ἐστι κατ' αὐτὸ τὸ εἶναι μόνον, ἐπιτηδειότης οὖσα πρὸς τὴν μέθεξιν τῶν αἰτίων· τοῖς δὲ κατὰ τὴν ζωήν, κίνησις οὖσα πρὸς τὰ κρείττονα· τοῖς δὲ κατὰ τὴν γνῶσιν, συναίσθησις οὖσα τῆς τῶν αἰτίων ἀγαθότητος. 40 Πάντων τῶν ἀφ' ἑτέρας αἰτίας προϊόντων ἡγεῖται τὰ παρ' ἑαυτῶν ὑφιστάμενα καὶ τὴν οὐσίαν αὐθυπόστατον κεκτημένα. εἰ γὰρ πᾶν τὸ αὔταρκες ἢ κατ' οὐσίαν ἢ κατ' ἐνέργειαν κρεῖττον τοῦ εἰς ἄλλην αἰτίαν ἀνηρτημένου· τὸ δὲ ἑαυτὸ παράγον, ἑαυτῷ τοῦ εἶναι παρεκτικὸν ὑπάρχον, αὔταρκες πρὸς οὐσίαν, τὸ δὲ ἀπ' ἄλλου μόνον παραγόμενον οὐκ αὔταρκες· τῷ δὲ ἀγαθῷ συγγενέστερον τὸ αὔταρκες· τὰ δὲ συγγενέστερα καὶ ὁμοιότερα ταῖς αἰτίαις πρὸ τῶν ἀνομοίων ὑφέστηκεν ἐκ τῆς αἰτίας· τὰ ἄρα παρ' ἑαυτῶν παραγόμενα καὶ αὐθυπόστατα πρεσβύτερά ἐστι τῶν ἀφ' ἑτέρου μόνον εἰς τὸ εἶναι προελθόντων. ἢ γὰρ οὐδὲν ἔσται αὐθυπόστατον, ἢ τὸ ἀγαθὸν τοιοῦτον, ἢ τὰ πρῶτα ἐκ τἀγαθοῦ ὑποστάντα. ἀλλ' εἰ μὲν μηδὲν αὐθυπό στατον, ἐν οὐδενὶ τὸ αὔταρκες ἔσται κατ' ἀλήθειαν. οὔτε γὰρ ἐν τἀγαθῷ (κρεῖττον γὰρ αὐταρκείας ἓν ὂν ἐκεῖνο καὶ αὐτο αγαθόν, ἀλλ' οὐχὶ ἔχον τἀγαθόν)· οὔτε ἐν τοῖς μετὰ τἀγαθόν (πᾶν γὰρ ἐνδεὲς ἄλλου ἔσται, τοῦ πρὸ αὐτοῦ μόνον <ὄν>). εἰ δὲ τἀγαθὸν αὐθυπόστατον, αὐτὸ ἑαυτὸ παράγον οὐχ ἓν ἔσται· τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς προϊὸν οὐχ ἕν. ἀφ' ἑαυτοῦ γὰρ πρόεισιν, εἴπερ αὐθυπόστατον· ὥστε ἓν ἅμα καὶ οὐχ ἓν τὸ ἕν. ἀνάγκη ἄρα τὸ αὐθυπόστατον εἶναι μετὰ τὸ πρῶτον· καὶ δῆλον ὡς πρὸ τῶν ἀφ' ἑτέρας αἰτίας μόνον προελθόντων· κυριώτερον γὰρ ἐκείνων καὶ τἀγαθῷ συγγενέστερον, ὡς δέδεικται. 41 Πᾶν μὲν τὸ ἐν ἄλλῳ ὂν ἀπ' ἄλλου μόνον παράγεται· πᾶν δὲ τὸ ἐν ἑαυτῷ ὂν αὐθυπόστατόν ἐστι. τὸ μὲν γὰρ ἐν ἄλλῳ ὂν καὶ ὑποκειμένου δεόμενον ἑαυτοῦ γεννητικὸν οὐκ ἄν ποτε εἴη· τὸ γὰρ γεννᾶν ἑαυτὸ πεφυκὸς ἕδρας ἄλλης οὐ δεῖται, συνεχόμενον ὑφ' ἑαυτοῦ καὶ σωζόμενον ἐν ἑαυτῷ τοῦ ὑποκειμένου χωρίς. τὸ δὲ ἐν ἑαυτῷ μένειν καὶ ἱδρῦσθαι δυνάμενον ἑαυτοῦ παρακτικόν ἐστιν, αὐτὸ εἰς ἑαυτὸ προϊόν, καὶ ἑαυτοῦ συνεκτικὸν ὑπάρχον, καὶ οὕτως ἐν ἑαυτῷ ὄν, ὡς ἐν αἰτίῳ τὸ αἰτιατόν. οὐ γὰρ ὡς ἐν τόπῳ, οὐδὲ ὡς ἐν ὑποκειμένῳ· καὶ γὰρ ὁ τόπος τοῦ ἐν τόπῳ ἕτερος, καὶ τοῦ ὑποκειμένου τὸ ἐν ὑποκειμένῳ ὄν· τοῦτο δὲ ἑαυτῷ ταὐτόν. αὐθυποστάτως ἄρα καὶ ὡς ἐν αἰτίᾳ τὸ ἀπ' αἰτίας, οὕτως ἐν ἑαυτῷ ἐστιν. 42 Πᾶν τὸ αὐθυπόστατον πρὸς ἑαυτό ἐστιν ἐπιστρεπτικόν. εἰ γὰρ ἀφ' ἑαυτοῦ πρόεισι, καὶ τὴν ἐπιστροφὴν ποιήσεται πρὸς ἑαυτό· ἀφ' οὗ γὰρ ἡ πρόοδος ἑκάστοις, εἰς τοῦτο καὶ ἡ τῇ προόδῳ σύστοιχος ἐπιστροφή. εἰ γὰρ πρόεισιν ἀφ' ἑαυτοῦ μόνον, μὴ ἐπιστρέφοιτο δὲ προϊὸν εἰς ἑαυτό, οὐκ ἄν ποτε τοῦ οἰκείου ἀγαθοῦ ὀρέγοιτο καὶ ὃ δύναται ἑαυτῷ παρέχειν. δύναται δὲ πᾶν τὸ αἴτιον τῷ ἀπ' αὐτοῦ διδόναι μετὰ τῆς οὐσίας, ἧς δίδωσι, καὶ τὸ εὖ τῆς οὐσίας, ἧς δίδωσι, συζυγές· ὥστε καὶ αὐτὸ ἑαυτῷ. τοῦτο ἄρα τὸ οἰκεῖον τῷ αὐθυποστάτῳ ἀγαθόν. τούτου δὲ οὐκ ὀρέξεται τὸ ἀνεπίστροφον πρὸς ἑαυτό· μὴ ὀρεγόμενον δέ, οὐδ' ἂν τύχοι, καὶ μὴ τυγχάνον, ἀτελὲς ἂν εἴη καὶ οὐκ αὔταρκες. ἀλλ' εἴπερ τῳ ἄλλῳ, προσήκει καὶ τῷ αὐθυποστάτῳ αὐτάρκει καὶ τελείῳ εἶναι. καὶ τεύξεται ἄρα τοῦ οἰκείου καὶ ὀρέξεται καὶ πρὸς ἑαυτὸ στραφήσεται. 43 Πᾶν τὸ πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν αὐθυπόστατόν ἐστιν. εἰ γὰρ