δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν· ὅταν δὲ τιμωρήσασθαι βούληται, τοῖς δαίμοσιν ἐπιτρέπει. ∆ιὰ τοῦτο ὅτε ἀπεφαίνετο κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς, λέγει· Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται; Καὶ ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγώ. Ἤδει γὰρ ὅτι εἰς τοῦτο τέτακται ὁ διάβολος. Οἱ τοίνυν δαίμονες (σύγγνωτε δέ μοι, παρακαλῶ· περὶ πραγμάτων γὰρ ἀοράτων καὶ οὐκ αἰσθητῶν διαλέγομαι· ἀλλ' οὐδ' ἂν ἀπ' ἀρχῆς ἐπεχείρησά τι περὶ τῶν τοιούτων εἰπεῖν, εἰ μὴ τὰς ἀφορμὰς ἐκ τῆς ἁγίας Γραφῆς ἐδανειζόμην· οὐ γὰρ ἀνθρωπίνης ἐστὶν ἐννοίας μερίζειν τὰ ἀόρατα ἀπὸ τῶν αἰσθητῶν· ἀλλ' ἐπειδὴ οἷς εἶπεν ὁ Θεὸς ἀντειπεῖν οὐκ ἔστι, τοῖς γεγραμμένοις οὖν στοιχοῦμεν, κἂν θέλωμεν, κἂν μή)· οἱ τοίνυν πονηρότατοι δαίμονες ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι παρὰ τῶν πονηρῶν τιμωρίαν· ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ' ἵνα πειράσωσιν. Ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τι ἀνάξιον ἀγγέλῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γάρ ποτε ὁ ∆εσπότης τῶν ἁπάντων ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν Κύριον καὶ τὸν Σωτῆρα τῶν ἁπάντων διάβολος ἐπείρασε, τί θαυμάσεις εἰ κατὰ δικαίου εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ τοῦ Θεοῦ κελεύοντος, ἀλλὰ συγχωροῦντος. Σχηματίζει δὲ ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ τὸν λόγον. Οὐ γὰρ φωνὴ παρὰ τοῦ Θεοῦ χωρεῖ πρὸς πονηρὸν δαίμονα, οὐδὲ καταξιοῦται ταύτης ἡ παραβάτις ἐκείνη πρόθεσις. Φύσις γὰρ ἀγαθὴ, πρόθεσις δὲ κακή· οὐ καταξιοῦται τῆς ἀχράντου φωνῆς. Ἐὰν δὲ εἴπῃς· Εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἐρῶ σοι ἀπὸ τοῦ ∆αυΐδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἆρα φωνὴν ἔῤῥηξε πρὸς τὸν ἁμαρτωλόν; Οὐχί· ἀλλὰ δι' ὧν φθέγγεται, δι' αὐτῶν τῶν πραγμάτων λαλεῖ πρὸς τοὺς ἀναξίους. Ἐπέταξεν ὁ Θεὸς τῷ κήτει. Ἆρα φωνὴν ἐκπέμψας, ἢ πρόσταγμά τι νευρώσας; Ἐκέλευσεν ὁ Θεὸς σκώληκι ἑωθινῇ. Οὕτως ἐὰν σχηματίσῃ ὁ λόγος, ὅτι ὁ Θεὸς ἐφθέγξατο πρὸς τὸν διάβολον, μὴ ἐξ ἰσοτιμίας παραγάγῃς τὴν ἄτιμον ταύτην καὶ παραβεβηκυῖαν πρόθεσιν εἰσαγομένην εἰς πρόσωπον τοῦ ∆εσπότου. Ἀλλ' ἑστήκασιν οἱ ἄγγελοι κατὰ τὴν διατεταγμένην ἀκολουθίαν· ἦλθε δὲ ὁ διάβολος, καὶ παρέστη ἐν μέσῳ τῶν ἀγγέλων, ἵνα μάθῃς ὅτι ἀγγέλου μὲν φύσιν ἔλαβε, προδότου δὲ πρόθεσιν ἐπεδείξατο. ∆ιάβολος γὰρ, ἀδελφοὶ, οὐ φύσεως ὄνομα, 56.573 ἀλλὰ προαιρέσεως. ∆ιὰ τί διάβολος; Οὐ γὰρ διάβολος ἐγένετο ἀπ' ἀρχῆς, ἀλλὰ ἄγγελος ἐκτίσθη· διάβολος δὲ ὠνομάσθη, ὡς διαβάλλων καὶ Θεὸν ἀνθρώποις, καὶ ἄνθρωπον Θεῷ· καὶ ὡς συγκρούων ∆εσπότην πρὸς οἰκέτην, καὶ οἰκέτην πρὸς ∆εσπότην. Ὅταν γὰρ ὑποβάλλῃ ἡμῖν ὁ διάβολος, καὶ εἴπῃ· Πόσα κακὰ ἐν τῷ κόσμῳ; ποῦ ὁ Θεός; διὰ τί μὴ προΐσταται; διαβάλλει τὸν ∆ημιουργὸν πρὸς ἡμᾶς· ἔργον γὰρ τοῦτο ἐξ ἀρχῆς τῷ διαβόλῳ. ∆ιαβάλλει Θεὸν πρὸς τὸν Ἀδὰμ, λέγων Ἤδει ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί. Βασκαίνων, φησὶν, ἐκώλυσεν ὑμᾶς ὁ Θεὸς τῆς βρώσεως. Ἐκεῖ τὸν Θεὸν διαβάλλει πρὸς τὸν Ἀδάμ· ὧδε τὸν Ἰὼβπρὸς τὸν Θεόν· Μὴ γὰρ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Τουτέστιν, ὑπομίσθιός ἐστιν, οὐκ ἐνάρετος· μισθόν σοι τελεῖ τῆς εὐπραγίας· περίελε τὰ χρήματα, καὶ γυμνοῦται αὐτοῦ ἡ πρόθεσις. Ἐπεὶ οὖν εἶδεν ὁ Θεὸς τὸν δίκαιον τῇ ὑπονοίᾳ ἐκείνου ὑβριζόμενον, περιαιρεῖ τὰ κτήματα, ἵνα περιέλῃ τὴν ὑποψίαν, καὶ γυμνὴν δείξῃ τὴν εὐσέβειαν. Καὶ βλέπε τοῦ πονηροῦ δαίμονος τὴν πρόθεσιν· Εἶπε, φησὶ, ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Εἶτα ὁ ὑπερήφανος καὶ ἀλαζὼν, καὶ μήτε τὴν ἑαυτοῦ τάξιν εἰδὼς, μήτε τοῦ ἐρωτῶντος τὴν ἀξίαν, λέγει· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι· μονονουχὶ βοῶν καὶ βουλόμενος δεῖξαι, ὅτι κρατεῖ τῆς ὑπ'