ὑπὸ ἰδιωτῶν καὶ οὐδὲν ἐπισταμένων ἐκδεδομένῃ· καὶ ὃν ὡς σοφὸν καὶ ἀψευδῆ καλεῖ μάρτυρα, τούτου τὰς φωνὰς ἑκουσίως ὑπερορᾷ. Φησὶ γὰρ ὁ Εὐσέβιος, ὅτι τῶν παρόντων ἐν τῇ Νικαίᾳ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι· καὶ ὅτι ὁ βασιλεὺς παρὼν, πάντας εἰς ὁμόνοιαν ἄγων, ὁμογνώμονας καὶ ὁμοδόξους κατέστησεν. Ἀλλὰ Σαβίνου μὲν, εἴ που χρεία καλέσοι, ποιησόμεθα μνήμην· ἡ δὲ ἐν Νικαίᾳ παρὰ τῆς μεγάλης συνόδου μεγαλοφώνως ἐξενεχθεῖσα συμφωνία τῆς πίστεως ἔστιν αὕτη. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα· παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι «ἦν ποτὲ ὅτε οὐκ ἦν,» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν,» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο,» ἢ «ἐξ ἑτέρˉας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,» ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ταύτην τὴν πίστιν τριακόσιοι μὲν πρὸς τοῖς δεκαοκτὼ ἔγνωσάν τε καὶ ἔστερξαν· καὶ, ὡς φησὶν ὁ Εὐσέβιος, ὁμοφωνήσαντες καὶ ὁμοδοξήσαντες ἔγραφον· πέντε δὲ μόνοι οὐ προσεδέξαντο, τῆς λέξεως τοῦ ὁμοουσίου ἐπιλαβόμενοι, Εὐσέβιός τε ὁ Νικομηδείας ἐπίσκοπος, καὶ Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεωνᾶς Μαρμαρικῆς, Σεκοῦνδος Πτολεμαΐδος. Ἐπεὶ γὰρ ἔφασαν ὁμοούσιον εἶναι, ὃ ἔκ τινος ἐστὶν, ἢ κατὰ μερισμὸν, ἢ κατὰ ῥεῦσιν, ἢ κατὰ προβολήν· κατὰ προβολὴν μὲν, ὡς ἐκ ῥιζῶν βλάστημα· κατὰ δὲ ῥεῦσιν, ὡς οἱ πατρικοὶ παῖδες· κατὰ μερισμὸν δὲ, ὡς βώλου χρυσίδες δύο ἢ τρεῖς· κατ' οὐδὲν δὲ τούτων ἔστιν ὁ Υἱός· διὰ τοῦτο οὐ συγκατατίθεσθαι τῇ πίστει ἔλεγον· πολλὰ οὖν τὴν λέξιν τοῦ ὁμοουσίου σκώψαντες, τῇ καθαιρέσει Ἀρείου ὑπογράψαι οὐκ ἠβουλήθησαν. ∆ιόπερ ἡ σύνοδος Ἄρειον μὲν καὶ τοὺς ὁμοδόξους αὐτοῦ ἀνεθεμάτισεν ἅπαντας, προσθέντες μήτε ἐπιβαίνειν τῆς Ἀλεξανδρείας αὐτόν· βασιλέως δὲ πρόσταγμα, καὶ αὐτὸν καὶ τοὺς περὶ Εὐσέβιον καὶ Θέογνιν, εἰς ἐξορίαν ἀπέστειλεν. Εὐσέβιος μὲν οὖν καὶ Θέογνις μικρὸν ὕστερον μετὰ τὴν ἐξορίαν βιβλίον μετανοίας ἐπιδόντες, τῇ πίστει τοῦ «ὁμοουσίου» συνέθεντο, ὡς προϊόντες δηλώσομεν· τότε δὲ ἐν τῇ συνόδῳ, Εὐσέβιος ὁ τὴν Παμφίλου προσωνυμίαν ἔχων, καὶ τῆς ἐν Παλαιστίνῃ Καισαρείας τὴν ἐπισκοπὴν κεκληρωμένος, μικρὸν ἐπιστήσας, καὶ διασκεψάμενος εἰ δεῖ προσδέξασθαι τὸν ὅρον τῆς πίστεως, οὕτως ἅμα τοῖς πολλοῖς πᾶσι συνῄνεσέν τε καὶ συνυπέγραψεν· καὶ τῷ ὑπ' αὐτὸν λαῷ ἔγγραφον τὸν ὅρον τῆς πίστεως διεπέμψατο, τὴν τοῦ «ὁμοουσίου» λέξιν ἑρμηνεύσας, ἵνα μηδὲ ὅλως τις ὑπόνοιαν ἀνθ' ὧν ἐπέστησεν ἔχῃ περὶ αὐτοῦ. Ἔστι δὲ αὐτὰ τοῦ Εὐσεβίου τὰ γραφέντα, κατὰ λέξιν τάδε. Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν καὶ ὑμᾶς, ἀγαπητοὶ, μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ' ἵνα μὴ ἐκ μόνης τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ' ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι. Τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον· «Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν