1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

ὅσον γνῶναι τὰς ἐνεργείας, οὐ τὴν φύσιν, ἢ τὴν οὐσίαν· πάντα γὰρ νοῦν ἡ ταύτης ὑπερβαίνει κατάληψις· διὸ ἐπήγαγεν· «Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.» Εἰ τοίνυν τὰ αὐτὰ τῷ Πατρὶ φθέγγεται, καὶ ὁ Πατὴρ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων αὐτὸν, τὸν Πατέρα γινώσκει, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι ὡς μία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ φύσις, καὶ πάντα ἔχει τὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἑτέρως ἔδειξεν ἐν ἑαυτῷ τὸν Πατέρα, εἰ μὴ πάντα εἶχεν ὅσα ὁ Πατὴρ, πλὴν αὐτῆς τῆς πατρότητος· τοῦτο γὰρ ἴδιον τοῦ Πατρὸς, ὥσπερ τοῦ Υἱοῦ ἡ υἱότης.

ΙΖʹ. Ἑτέρα ἀπόδειξις, ἴσον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ταύτην ἰσότητα καὶ

ἑτέρωθεν ἔστι μαθεῖν. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀν θρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.» Καὶ πάλιν· «Πάτερ, ἡ ὥρα ἐλήλυθε, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὢ τῆς ὑπερβαλούσης τῶν αἱρετικῶν ἀβελτηρίας! Μείζων, φησὶν, ὁ δοξά ζων τοῦ δοξαζομένου· καὶ δοξάζει μὲν ὁ Πατὴρ, δο ξάζεται δὲ ὁ Υἱός· μείζων οὖν ἄρα τοῦ Υἱοῦ ὁ Πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς οὐκ ἐδοξάσθη μόνον, ἀλλὰ καὶ τὸν δοξάσαντα ἐδόξασεν, ποίαν χώραν σχοίη τὸ μεῖζον καὶ τὸ ἔλαττον; εἰ μὴ ἄρα κατὰ τὴν τῶν εἰρημένων ἀκο λουθίαν παρὰ τὸν δοξάζοντα μεταβαίνει τὸ μεῖζον, καὶ οὕτως εὑρεθήσεται ὁ Υἱὸς, ἐλάττων μὲν ἡνίκα ἂν δοξάζηται, μείζων δὲ ἡνίκα ἂν δοξάζῃ· ἀλλὰ τὸ λέ γειν ταῦτα, παραπληξίας καὶ μανίας ἐσχάτης· οὐ γὰρ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐντεῦθεν, τὸ δὲ ἴσον Πατρὸς καὶ Υἱοῦ διδασκόμεθα· ἀκούομεν γὰρ ὡς καὶ ὁ Πατὴρ δοξάζει Υἱὸν, καὶ δοξάζεται ὑφ' Υἱοῦ· καὶ Υἱὸς δο ξάζεται ὑπὸ τοῦ Πατρὸς, καὶ δοξάζει τὸν Πατέρα· ὅτι ὁ δεδοξασμένος οὐχ ὃ μὴ εἶχεν εἴληφεν, ἀλλ' ὃ εἶχεν· ἐν αὐτῷ τῷ χωρίῳ τοῦτο διδάσκει· «∆όξασόν με γὰρ, φησὶ, παρὰ σαυτῷ, σὺ, Πάτερ, τῇ δόξῃ ᾗ εἶ χον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, ταύτην ἔχοι τὴν δόξαν, πῶς αἰτεῖ λαβεῖν ὃ εἶχεν ἀεί;

ΙΗʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ δεσποτεία. Εἶτα δεικνὺς ὡς οὐ μόνον

δοξάζεται, ἀλλὰ καὶ δο ξάζει, ἐπήγαγεν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Καὶ μετ' ὀλίγα τῶν αἱρετικῶν ἐμφράτ των τὰ στόματα· «Τὰ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν κοινὴν διαιρῶν δεσποτείαν, οὐδὲ ἕτερα δὲ τὰ τῷ Πατρὶ διαφέροντα δεῖξαι βουλό μενος· ἀλλ' ἐπειδὴ οἱ πᾶσαν βλάσφημον φωνὴν ἀφιέν τες κατὰ τοῦ Μονογενοῦς, αὐτὸν μὲν λαμβάνειν φασὶ, τὸν δὲ Πατέρα διδόναι, δείκνυσιν ὅτι τὴν αὐτὴν ἔχει τῷ Πατρὶ τῶν ἁπάντων δεσποτείαν· «Τὰ γὰρ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν διαί ρεσιν τῆς δεσποτείας, ἀλλὰ τὸ κοινὸν τῆς δεσποτείας παιδεύων. Ἀλλὰ γὰρ τὸν λόγον εἰς μῆκος ἐξέτεινα τὸν περὶ πίστεως, ἐν κεφαλαίῳ διεξελθεῖν ὅρον ἐν τοῖς προοι μίοις ἐπαγγειλάμενος· δεῖξαι γὰρ βουληθεὶς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Μονογενοῦς τὴν ἀξίαν, μακρότερον τῆς ὑποσχέσεως εἰργασάμην τὸν λόγον· καὶ ταῦτα βραχυλογίας ἐν ταῖς ἑρμηνείαις πεφρον τικώς. Εἰς αὐτὰς τοίνυν τὰς εὐαγγελικὰς βίβλους καὶ προφητικὰς τοὺς εὐσεβεῖς πέμψας (μεσταὶ γὰρ αὗται τῆς θεολογίας τοῦ Υἱοῦ), ἐπὶ τὴν προκειμένην ἀκο λουθίαν βαδιοῦμαι.

ΙΘʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Πιστεύομεν τοίνυν, ὡς ἔφην, εἰς Θεὸν Πατέρα

ἄναρχον, καὶ εἰς Θεὸν συναΐδιον φύσει Υἱὸν, ἐκ Πα τρὸς μὲν γεννηθέντα, ἀεὶ δὲ τῷ Πατρὶ συνόντα, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος.» Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ