1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

10

Ξυμφωνεῖ δὲ καὶ ὁ Εὐριπίδης βοῶν· ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Τοῖς γὰρ ἀμυήτοις πῶς ἄν τις προσενέγκοι τὰ θεῖα παιδεύ ματα; πῶς δ' ἂν μυηθείη τις, μὴ τῇ πίστει κρατύνας ἐν ἑαυτῷ τὰ παρὰ τῶν διδασκάλων προσφερόμενα δόγματα; Πῶς δ' ἂν πιστεύσαι, μὴ πρότερον ἐξορίσας τῆς διανοίας τὰ κακῶς προεντε 1.87 θέντα μαθήματα; Ἀληθὴς ἄρα ὁ τραγικὸς λόγος ἐκεῖνος, ὃν ἐν 1.87 Φοινίσσαις εἴρηκεν Εὐριπίδης· ὁ δ' ἄδικος λόγος νοσῶν ἐν [ἑ]αυτῷ φαρμάκων δεῖται σοφῶν. Ὅτι δὲ καὶ ξυνεργεῖ ὁ Θεὸς τοῖς ἀπολαῦσαι θεραπείας ἐφιε μένοις, ὁ αὐτὸς τραγῳδοποιὸς ἔφη· τῷ δ' αὖ πονοῦντι καὶ θεὸς ξυλλαμβάνει. 1.88 Προυργιαίτατον ἄρα χρῆμα ἡ πίστις· κατὰ γὰρ δὴ τὸν Ἐπί χαρμον, τὸν Πυθαγόρειον λέγω, νοῦς ὁρῇ, καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. Καὶ ὁ Ἡράκλειτος δὲ πάλιν παρεγγυᾷ ξεναγεῖσθαι ὑπὸ τῆς πίστεως, οὕτω λέγων· "Ἐὰν μὴ ἐλπίζητε, ἀνέλπιστον οὐχ εὑρή σετε, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον." Καὶ πάλιν· "Χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον." Εἰ 1.89 δὲ ἐκεῖνοι ὀλίγων ἕνεκα ψηγμάτων πλεῖστον ὅσον ὑπομένουσι πό νον, καὶ μέντοι καὶ κίνδυνον, τίς οὕτως ἐστὶ τῶν θείων ἀνέρα στος, ὡς τὴν περὶ τῆς ἀληθείας διαδρᾶναι διδασκαλίαν, μυριο πλάσιον ἔχουσαν κέρδος; 1.90 Μηδεὶς τοίνυν, ὦ φίλοι, κατηγορείτω τῆς πίστεως. Καὶ γὰρ δὴ τὴν πίστιν Ἀριστοτέλης κριτήριον ἐπιστήμης ἐκάλεσεν· ὁ δέ γε Ἐπίκουρος πρόληψιν διανοίας αὐτὴν ἐκάλεσε· τὴν δὲ πρό 1.91 ληψιν, προσλαβοῦσαν τὴν γνῶσιν, κατάληψιν γίνεσθαι. Κατὰ δὲ τὸν ἡμέτερον λόγον πίστις ἐστὶν ἑκούσιος τῆς ψυχῆς ξυγκα τάθεσις, ἢ ἀφανοῦς πράγματος θεωρία, ἢ περὶ τὸ ὂν στάσις καὶ κατάληψις τῶν ἀοράτων τῇ φύσει ξύμμετρος, ἢ διάθεσις ἀναμφί 1.92 βολος ἐν ταῖς ψυχαῖς τῶν κεκτημένων ἐνιδρυμένη. ∆εῖται μέν τοι ἡ πίστις τῆς γνώσεως, καθάπερ αὖ ἡ γνῶσις τῆς πίστεως· οὔτε γὰρ πίστις ἄνευ γνώσεως, οὔτε γνῶσις δίχα ἂν πίστεως γένοιτο· ἡγεῖται μέντοι τῆς γνώσεως ἡ πίστις, ἕπεται δὲ τῇ πίστει ἡ γνῶσις, ἔχεται δὲ τῆς γνώσεως ἡ ὁρμή, ἀκολουθεῖ δὲ 1.93 ταύτῃ ἡ πρᾶξις· δεῖ γὰρ πιστεῦσαι πρῶτον, εἶτα μαθεῖν, γνόντα δὲ ὁρμῆσαι, ὁρμήσαντα δὲ πρᾶξαι. Οὐδὲ γὰρ τὰ πρῶτα στοιχεῖα μαθεῖν οἷόν τε μὴ τῷ γραμματιστῇ πεπιστευκότα, ὅτι τοιῶσδε χρὴ τὸ πρῶτον ὀνομάζειν καὶ τοιῶσδε τὸ δεύτερον, καὶ τἄλλα 1.94 ὡσαύτως· εἰ γὰρ δὴ εὐθὺς ἀντείποι, φάσκων μὴ χρῆναι ἄλφα τὸ πρῶτον προσαγορεῦσαι, ἀλλ' ἕτερον αὐτῷ ὄνομα ἐπιθεῖναι, οὐκ ἂν μάθοι τἀληθές, ἀλλ' ἀνάγκη περιπλανᾶσθαι καὶ τὸ ψεῦδος ὑπολαμβάνειν ἀλήθειαν· εἰ δὲ πιστεύσας τῷ διδασκάλῳ, κατὰ τοὺς ἐκείνου νόμους τὰ μαθήματα δέξαιτο, ἕψεται ὅτι τάχιστα 1.95 τῇ πίστει ἡ γνῶσις. Οὕτω καὶ τῷ γεωμέτρῃ προσήκει πιστεῦσαι διδάσκοντι εἶναι μέν τι σημεῖον, ὃ παντάπασίν ἐστιν ἀμερές, εἶναι δέ τι μῆκος εὔρους ἐστερημένον· τοῦτο δέ γε λόγῳ οὐδεὶς ἂν ἀποδείξαι ποτέ· εἰ γὰρ ἀφέλοι τοῦ μήκους τὸ εὖρος, ξυναφα νισθήσεται δήπουθεν τῷ πλάτει τὸ μῆκος· ἀλλ' ὅμως οὕτω κελεύει νοεῖν ὁ γεωμέτρης, καὶ πείθεταί γε καὶ πιστεύει προχείρως ὁ 1.96 τὰ γραμμικὰ σχήματα ἐκεῖνα μαθεῖν ὀριγνώμενος. Οὕτω τοῖς ἀστρονόμοις οἱ φοιτῶντες πιστεύουσι, καὶ τῶν ἄστρων τὸν ἀριθμὸν λέγουσι καὶ τὰ διαστήματα μετροῦσιν, οἷς ἀφεστήκασιν ἀλλήλων, καὶ πόσαις μυριάσι σταδίων τῆς γῆς ἀφέστηκεν ὁ ὁρώμενος οὐ ρανός· καὶ πολλῆς οὔσης ἐν τῷ μέτρῳ διαφωνίας, καὶ τῶν μὲν τετρακοσίας καὶ ἑβδομήκοντα σταδίων μυριάδας εἶναι λεγόντων, τῶν δὲ ἐλάττους, τῶν δὲ πολλῷ πλείους, ὅμως πείθονται οἱ φοι τηταὶ τοῖς διδασκάλοις καὶ τοῖς παρ' αὐτῶν λεγομένοις πι 1.97 στεύουσιν. Καὶ αὖ πάλιν περὶ ἡλίου λογομαχία παρ' ἐκείνοις πολλή. Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης ἑπτακαιει- κοσαπλασίονα τῆς γῆς τοῦτον ἔφασαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα, Ἡράκλειτος δὲ ὁ Ἐφέσιος ποδιαῖον.1.98 Τίς οὖν ἄρα ἀξίως τὴν τοιαύτην διαφωνίαν γελάσειεν; οὐδὲ γὰρ περὶ σμικροῦ τινος αὐτοῖς μέτρου γέγονεν ἡ διχόνοια, ἀλλὰ περὶ ἀπείρου, καὶ ὅσον οὐκ ἄν τις παραστήσαι τῷ λόγῳ. Τίς γὰρ ἅπασαν μέτρῳ ἂν περιλάβοι τὴν γῆν, εἶτα ἑπτάκις καὶ εἰκοσάκις πολυπλασιάσας τὸ μέτρον, ξυναγάγοι