1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

10

Ναασινῶν, ἢ Στρατιωτικῶν, ἢ Φημιονιτῶν καλουμένων, ἐβλάστησε μύσος. Ὑπέθεντο γὰρ Αἰῶνά τινα ἀνώλε θρον ἐν παρθενικῷ διάγοντα πνεύματι, ὃ Βαρ βηλὼθ ὀνομάζουσι· τὴν δὲ Βαρβηλὼθ αἰτῆσαι Πρόγνωσιν παρ' αὐτοῦ. Προελθούσης δὲ ταύτης, εἶτ' αὖθις αἰτησάσης, προελήλυθεν Ἀφθαρσία, ἔπειτα αἰωνία Ζωή. Εὐφρανθεῖσαν δὲ τὴν Βαρβη λὼθ, ἐγκύμονα γενέσθαι, καὶ ἀποτεκεῖν τὸ Φῶς. Τοῦτό φασι, τῇ τοῦ Πνεύματος χρισθὲν τελειό 83.364 τητι, ὀνομασθῆναι Χριστόν. Οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν, καὶ ἔλαβεν. Ὁ δὲ Πατὴρ προσ τέθεικε καὶ Λόγον. Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ αἰώνιος καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις. Ἔπειτα πάλιν ἐκ τῆς Ἐννοίας καὶ τοῦ Λόγου προβληθῆναί φασι τὸν Αὐτογενῆ, καὶ σὺν αὐτῷ τὴν Ἀλήθειαν, καὶ γενέσθαι πάλιν συζυγίαν ἑτέραν Αὐτογενοῦς καὶ Ἀληθείας. Καὶ τί δεῖ λέγειν καὶ τὰς ἄλλας προ βολὰς, τὰς ἐκ τοῦ Φωτὸς καὶ τῆς Ἀφθαρσίας; Μακρὸς γὰρ ὁ μῦθος, καὶ πρὸς τῷ δυσσεβεῖ καὶ τὸ ἀτερπὲς ἔχων. Ἐπιτεθείκασι δὲ τούτοις καὶ Ἑβραϊκὰ ὀνόματα, καταπλήττειν τοὺς ἁπλουστέρους πειρώμενοι. Τὸν δὲ Αὐτογενῆ φασι προβα λέσθαι ἄνθρωπον τέλειον καὶ ἀληθῆ, ὃν καὶ Ἀδά μαντα καλοῦσι· προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα Γνῶσιν τελείαν. Ἐντεῦθεν πάλιν ἀναδει χθῆναι μητέρα, πατέρα, καὶ υἱόν. Ἐκ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Γνώσεως βεβλαστηκέναι Ξύλον· Γνῶσιν δὲ καὶ τοῦτο προσαγορεύουσιν. Ἐκ δὲ τοῦ πρώτου ἀγγέλου προβληθῆναι λέγουσι Πνεῦμα ἅγιον, ὃ Σοφίαν καὶ Προύνικον προσηγόρευσαν. Ταύτην φασὶν ἐφιεμένην ὁμόζυγος, Ἔργον ἀποκυῆσαι, ἐν ᾧ ἦν Ἄγνοια καὶ Αὐθάδεια. Τὸ δὲ Ἔργον τοῦτο, Πρωτάρχοντα καλοῦσι, καὶ αὐτὸν εἶναι λέγουσι τῆς κτίσεως ποιητήν. Τοῦτον δὲ τῇ Αὐθ αδείᾳ συναφθέντα, τὴν Κακίαν ἀπογεννῆσαι, καὶ τὰ ταύτης μόρια. Ταῦτα μὲν οὖν ἐν κεφαλαίῳ διῆλθον, ὑπερβὰς τὸ τοῦ πλάσματος μῆκος. Τὰς δὲ μυστικὰς αὐτῶν τελετὰς τίς οὕτω τρισάθλιος, ὥστε διὰ γλώτ της προενεγκεῖν τὰ τελούμενα; Πάντα γὰρ λογισμὸν πονηρὸν ὑπερβαίνει, καὶ πᾶσαν ἔννοιαν μυσαρὰν, τὰ παρ' ἐκείνων ὡς θεῖα πραττόμενα. Ἀρκεῖ δὲ καὶ ἡ ἐπωνυμία τὸ παμμίαρον αὐτῶν αἰνίξασθαι τόλμημα. Βορβοριανοὶ γὰρ τούτου χάριν ἐπωνομά σθησαν. Ι∆ʹ. -Περὶ Σηθιανῶν, ἢ Ὀφιανῶν, ἢ Ὀφιτῶν. Οἱ δὲ Σηθιανοὶ, οὓς Ὀφιανοὺς ἡ Ὀφίτας τινὲς ὀνομάζουσιν, ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, Φῶς αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακά ριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι· τὴν δὲ Ἔννοιαν αὐτοῦ, Υἱὸν ἀνθρώπου καλοῦσι, καὶ δεύτερον ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων, τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος. Θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι 83.365 τὸν πρῶτον ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος, καὶ παιδοποιῆσαι Φῶς, ὃ καλοῦσι Χριστόν. Μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν, ὑπερβλύσαι· καὶ τὸν μὲν Χριστὸν, σὺν τῇ μητρὶ, εἰς τὸν ἄφθαρτον ἀνασπα σθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν Ἐκκλησίαν καλοῦσι· τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα ἐκπεσεῖν κάτω φασὶ, καὶ κληθῆναι Σοφίαν, καὶ Προύνι κον, καὶ Ἀρσενόθηλυν. ∆ιανηχομένην δὲ ἐν τοῖς ὕδασι, προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα, καὶ βαρυν θῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι γενέσθαι· ἀνα δῦναι δὲ, καὶ ἐκ τοῦ περικειμένου σώματος κατα σκευάσθαι τὸν οὐρανὸν, εἶτα λοιπὸν ἀποῤῥίψασαν, ἀναπτῆναι πρὸς τὴν μητέρα. Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι. Κἀκεῖνος δὲ πάλιν ἄλλον υἱὸν προεβάλετο, καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτε ρον, καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς. Ὑφ' ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δη μιουργηθῆναι, καὶ ἕκαστον οἰκεῖν