10
Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ αὐτὸν τὸν Σαοὺλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας· οὕτω με καὶ νῦν τῆς σωτηρίας ἀξίωσον. Τὸ δὲ, "Ὀδόντας ἁμαρτωλῶν συνέτριψας," ἀντὶ τοῦ, Πάσης αὐτοὺς ἐγύμνωσας ἰσχύος, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρό νητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. θʹ. "Τοῦ Κυρίου ἡ σωτηρία." Οὐκ ἔχων. φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτη ρίαν προσμένω· οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ ὁ σὸς λαὸς ὁ σὺν ἐμοὶ πολεμούμενος. Κήδομαι δὲ καὶ αὐτῶν τῶν πολεμούντων· καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός. ∆ὸς τοίνυν, ∆έσποτα, καὶ τούτοις, κἀκείνοις, τῆς εἰρήνης τὴν εὐλογίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· "Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου." Καὶ γὰρ ὁ μακάριος Μωσῆς ταῖς εὐλογίαις τὴν εἰρήνην συντάττει· εὑρίσκομεν δὲ κἀν τῇ ἱστορίᾳ σφόδρα τοῦ λαοῦ κηδόμενον τὸν μα κάριον ∆αβὶδ, καὶ αὐτοῦ τοῦ πατραλοίου παιδὸς, καὶ μᾶλλον τῆς εἰρήνης, ἢ τῆς κατὰ τοῦ λαοῦ προμηθού μενον νίκης.
ΕΡΜΗΝ. ΤΟΥ ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ ∆αβίδ·" Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν
Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, ἐπινίκιος. Σημαίνει δὲ τὸ μὲν εἰς τὸ τέλος, ὅτι μακροῖς ὕστερον χρόνοις πληρωθήσεται τὰ προφη τευόμενα. Προηγόρευσε δὲ ἐν τῷ τέλει τοῦ ψαλμοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν, εἰρηκώς· "Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκησάς με." Κατὰ δέ γε τοὺς λοιποὺς, ὕμνος ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ ὁ παρὼν ψαλμὸς ὑπὸ τοῦ μακα ρίου ∆αβὶδ, μετὰ τὴν γενομένην τοῦ Ἀβεσσαλὼμ νίκην. Ἔοικε γὰρ τούτοις ὁ ψαλμὸς εἰρῆσθαι μετὰ 80.889 τὴν ἐκείνου τοῦ πολέμου διάλυσιν· ἐν γὰρ τῷ πρὸ τούτου ψαλμῷ ὁ μακάριος ἔφη ∆αβίδ· "Πολλοὶ λέ γουσι τῇ ψυχῇ μου, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ." Ἐν δὲ τούτῳ φησὶν, "Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὑτοῦ." ∆ιδάσκει τοίνυν ἐν τῷ παρόντι ψαλμῷ τοὺς ἀθεΐαν νοσοῦντας, καὶ προνοεῖν τὸν Θεὸν, καὶ κυβερνᾷν τὰ ἀνθρώπινα, μὴ νομί ζοντας, ὡς ἔστιν ὁ ἐφορῶν καὶ πρυτανεύων ἅπαντα· καὶ εἰς ἀπόδειξιν τῆς διδασκαλίας τὰ καθ' ἕκαστον διηγεῖται. βʹ. "Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου." Μάθετε, φησὶν, ἐκ τῶν εἰς ἐμὲ γεγενημένων, ὅπως ἐφέστηκε τοῖς ἀνθρω πίνοις ὁ τῶν ὅλων Θεὸς, καὶ τῶν εἰλικρινῶς ἐπικα λουμένων ἀκούει. Ἐγὼ γοῦν παραυτίκα προσε νεγκών μου τὴν δέησιν ἔτυχον τῆς αἰτήσεως. Τὸ δὲ, "Τῆς δικαιοσύνης μου," ἀντὶ τοῦ τῆς δικαίας μου αἰτήσεως τέθεικεν. Οὐδὲ γὰρ ἴδιον τοῦ φρο νήματος τοῦ ∆αβὶδ δικαιοσύνην αὐτῷ καὶ ἀρε τὴν μαρτυρεῖν· ἔοικε δὲ ταυτὶ τὰ ῥήματα τοῖς διὰ τοῦ Ἡσαΐου ὑπὸ τοῦ Θεοῦ εἰρημένοις, "Τότε καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι." -"Ἐν θλίψει ἐπλάτυνάς μοι." Εἴωθεν ὁ τῶν ὅλων Θεὸς συγχωρεῖν μὲν γίνεσθαι τοῖς ἁγίοις τὰ λυπηρά· μετὰ δὲ τὴν γυμνα σίαν καὶ δοκιμασίαν ἀνακηρύττειν τοὺς ἀθλητάς· καὶ μέντοι καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς πᾶσαν προσφέρειν ψυχαγωγίαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μέγας διδάσκει ∆αβὶδ, ὅτι Ἐν αὐταῖς ταῖς θλίψεσι τῆς σῆς ἐπικουρίας καὶ ψυχαγωγίας ἀπήλαυσα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν θεσπέσιον Παῦλον εἰρημένον, "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." γʹ. "Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευ χῆς μου." Οὐ λαμβάνει κόρον ὁ δίκαιος προσευ χῆς· ἀλλὰ καὶ δεόμενος, καὶ εὐμενείας ἀπολαύων, καὶ τῆς δεήσεως τρυγῶν τοὺς καρποὺς ἐπιμένει τὰς ἱκετείας προσφέρων, ἅτε δὴ τὴν ἐντεῦθεν ἐσομένην ἐπιστάμενος ὠφέλειαν. δʹ. "Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος;" Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων μάθετε, ὦ ἄνθρωποι, τῶν ὅλων