10
κρανίου Γολγοθὰ καὶ τὸ ζωοποιὸν ξύλον. τῷ δ' αὐτῷ, ἔτει Ἑλένην, τὴν θεόφρονα αὐτοῦ μητέρα, ἔστεψε καὶ μονήταν ὡς βασιλίδι ἀπένειμεν. αὕτη δὲ ὀπτασίαν ἑώρακε κελεύουσαν αὐτῇ καταλαβεῖν τὰ Ἱεροσόλυμα καὶ τοὺς ὑπὸ ἀνόμων καταχωσθέντας θείους τόπους εἰς φῶς ἀγαγεῖν. ἡ δὲ τὸν παῖδα Κωνσταντῖνον ᾐτήσατο τὰ θεόθεν αὐτῇ κελευσθέντα πληρῶσαι. ὁ δὲ τὴν ὑπακοὴν πεποίηκεν. θείῳ δὲ νεύματι κινούμενος ὁ εὐσεβὴς Κωνσταντῖνος πόλιν εἰς ἴδιον ὄνομα κτίσαι βουληθεὶς ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δή φασι τὸν ναύσταθμον ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν στρατεύσαντας Ἕλληνας, θεὸς κατ' ὄναρ αὐτῷ ἐκέλευσεν ἐν τῷ Βυζαντίῳ κτίσαι τὴν νῦν Κωνσταντινούπολιν· ἣν καὶ φιλοτίμως δειμάμενος οἴκοις περιφανέσιν, τοὺς ἀπὸ Ῥώμης ἀξιολόγους μετῴκισεν, καὶ ἐξ ἄλλων τόπων κατὰ γένος ἐπιλεξάμενος καὶ οἴκους μεγάλους αὐτοῖς χαρισάμενος οἰκῆσαι τὴν πόλιν πεποίηκεν. τότε δὴ τὸν ναὸν τῆς ἁγίας Εἰρήνης καὶ τῶν ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἀρχαγγέλου ἐν 24 τῷ Ἀνάπλῳ ὁ φιλόχριστος βασιλεὺς ᾠκοδόμησεν, τοὺς δὲ τῶν Ἑλλήνων εἰδωλικοὺς ναοὺς καταλύεσθαι προσέταξε καὶ ἐκκλησίας οἰκοδομεῖσθαι. τότε κατεσκάφη ὁ ἐν Αἰγαῖς Ἀσκληπιοῦ ναὸς καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης καὶ πολλοὶ ἕτεροι. καὶ τὰς τούτων προσόδους ταῖς ἐκκλησίαις ἐδωρήσατο. τότε πολλὰ ἔθνη τῷ βαπτίσματι προσῆλθον τοῖς θαύμασι τοῖς γινομένοις ὑπὸ τῶν αἰχμαλώτων τῶν ἐπὶ Γαλιήνου τοῦ βασιλέως αἰχμαλωτισθέντων ἱερέων πρότερον ἐκ τῶν ἐπιδραμόντων τοῖς Ῥωμαίοις Γότθων καὶ Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων. καὶ νῦν δὲ ἐπὶ τοῦ νικητοῦ Κωνσταντίνου πλεῖστα τῶν ἐθνῶν ἐφωτίσθησαν τῷ Χριστῷ προσδραμόντα. Ἰνδοὶ οἱ ἐνδότεροι ἐπίστευσαν τῷ Χριστῷ, Μερωπίου φιλοσόφου Τύρου Αἰδέσιον καὶ Φρουμέντιον τοὺς μαθητὰς αὐτοῦ λαβόντος καὶ εἰσελθόντος ἐκεῖ ἱστορῆσαι τοὺς τόπους καὶ διδάξαντος αὐτοὺς τὸν λόγον τοῦ θεοῦ. πρῶτον ἐπίσκοπον Φρουμέντιον χειροτονεῖ Ἀθανάσιος ἐν αὐτοῖς. ὁμοίως καὶ Ἴβηρες ἐπὶ αὐτοῦ ἐπίστευσαν τὰ ὑπὸ τῆς αἰχμαλώτου γυναικὸς Χριστιανῆς ὁρῶντες γινόμενα θαύματα καὶ τὴν ἐπιπεσοῦσαν ἀχλὺν τῷ βασιλεῖ αὐτῶν κυνηγοῦντι. ταῦτα Ῥουφῖνος ἱστορεῖ παρὰ τοῦ αὐτοῦ βασιλέως τῶν Ἰβήρων Βακκουρίου ἀκηκοώς. ὁμοίως καὶ Ἀρμένιοι τελείως ἐπὶ αὐτοῦ ἐπίστευσαν, διὰ Τηριδάτου βασιλέως αὐτῶν καὶ Γρηγορίου ἐπισκόπου αὐτῶν τὴν σωτηρίαν δεξάμενοι. τότε καὶ ∆ωρόθεος, ἐπίσκοπος Τύρου, ὁ ἐπὶ ∆ιοκλητιανοῦ πολλὰ κακοπαθήσας καὶ ἐξορίας καὶ βάσανα ὑπομείνας, ἤκμαζεν, πλεῖστα συγγράμματα καταλιπὼν Ῥωμαϊκὰ καὶ Ἑλληνικά, ὡς ἀμφοτέρων γλωσσῶν ἐμπειρότατος καὶ πολυΐστωρ δι' εὐφυΐαν γενόμενος. οὗτος ἀκριβῶς καὶ περὶ τῶν ἐπισκόπων τοῦ Βυζαντίου καὶ ἄλλων πολλῶν τόπων διεξῆλθεν. ὁ αὐτὸς ἐπανελθὼν ἐκ τῆς ἐξορίας καὶ ἐν τῇ συνόδῳ εὑρεθείς, καταλαβὼν τὴν ἰδίαν παροικίαν διήρκεσεν ἕως Ἰουλιανοῦ τοῦ παραβάτου. καὶ ἐπειδήπερ οὐ προφανῶς ἀλλὰ κρυπτῶς διὰ τῶν ἀρχόντων ὁ μιαρὸς ἀνὴρ εἰς τοὺς Χριστιανοὺς παροίνει, πάλιν ὁ μακάριος ∆ωρόθεος κατέλαβε τὴν Ὀδυσσόπολιν, ἔνθα καὶ συσχεθεὶς ὑπὸ τῶν ἀρχόντων Ὀυλιανοῦ καὶ πολλοὺς ὑπομείνας αἰκισμοὺς ἐν βαθυτάτῳ γήρᾳ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ταῖς βασάνοις ἐναπέθανεν ρζʹ ἐτῶν ἤδη τυγχάνων. 25 Κόσμου ἔτη εωιζʹ. Τῆς θείας σαρκώσεως ἔτη τιζʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. καʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κγʹ. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κεʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖοί τε καὶ Πέρσαι τὸν χριστιανισμὸν ὁρῶντες ἀκμάζοντα κατὰ τὴν Περσίδα διαβάλλουσι Σαβώρῃ, βασιλεῖ Περσῶν, Συμεῶνα, τὸν ἀρχιεπίσκοπον Κτησιφῶντος, καὶ τὸν Σελευκείας, ὡς φίλους τοῦ βασιλέως Ῥωμαίων καὶ μηνυτὰς τῶν Περσικῶν πραγμάτων· ὥστε διωγμοῦ μεγάλου