Seeing, then, the mischief resulting to the dupes of this fallacious reasoning—that to assent to His not being very God is a departure from our confession of Him as our Lord, to which conclusion indeed his words would bring his teaching—our master does not indeed deny that ungenerate is no partial predicate of God, himself also admitting that God is without quantity, or magnitude, or parts; but the statement that this term ought not to be applied to Him by way of mental conception he impugns, and gives his proofs. But again, shifting from this position, our writer in the second of his treatises meets us with his sophistry, combating his own statements in regard to mental conception.
συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περὶ τοῦ μὴ εἶναι αὐτὸν ἀληθῶς θεὸν συγκατάθεσις, εἰς ὅπερ ἡ τῶν ῥημάτων τούτων ἀκολουθία καταστρέφει τὸ δόγμα, διὰ τοῦτο τὸ μὲν ὡς μέρος μὴ ἐπιλέγεσθαι τῷ θεῷ τὴν ἀγεννησίαν οὐκ ἀντιλέγει, ἁπλοῦν τε καὶ ἄποσον καὶ ἀμέγεθες καὶ ἀσύνθετον καὶ αὐτὸς συνομολογῶν εἶναι τὸ θεῖον, τὸ δὲ κατ' ἐπίνοιαν μὴ δεῖν ἐπ' αὐτοῦ τὴν ἐπωνυμίαν λέγεσθαι ταύτην καὶ ἀντιλέγει καὶ ἀποδείκνυσιν: οἷς οὐκ ἐμμένων ὁ λογογράφος πάλιν ἡμῖν τὴν παρ' ἑαυτοῦ σοφίαν ἀντικαθίστησιν ἐν τῷ δευτέρῳ τῶν λόγων, τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἀντιμαχόμενος.