1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

11

οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα. 3 ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπη λαίου, ὄργανα φέροντας λιθοτόμα καὶ τοιχωρύχα, ἐξεκόλαπτεν ἠρέμα 22 καὶ διέτεμνε τοῦ ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον ἐξέκοπτε καὶ διεκάθαιρε τὴν βάσιν τῆς οἰκοδομίας, ἐς ὅσον ἤδη τὴν ἀρχὴν τοῦ θεμελίου ἀπογυμνοῦσθαι. 4 τότε δὲ ξύλα ὄρθια ἐν κόσμῳ ὑπεστήριζε ταύτῃ τε ἀνεῖχεν ἅπαν τὸ ἄχθος τοῦ τείχους, ὡς μὴ ὑπορρέοι κατὰ βραχὺ καὶ διαλύοιτο ἡ ἁρμονία συναίσθησίς τε τοῦ δρωμένου ταχεῖα γίγνοιτο τοῖς Γότθοις. ἦ γὰρ ἂν κατ' ἀρχὰς εὐθὺς ἐπιβοηθοῦντες καὶ τὸ πεπονθὸς ἀκεσάμενοι διεφύλαττον τὸ λοιπὸν βε βαιότατα. 5 ἵνα δὲ μὴ πάμπαν τὰ ποιούμενα ἐπιγνοῖεν μηδὲ τοῦ πα τάγου τῆς λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅ τι μάλιστα ἐπεφέροντο ἄνωθεν τῷ τείχει ὁ τῶν Ῥωμαίων στρατός, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες· θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης ἡ πολιορκία. 6 ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος, ὁπόσον τῷ ἄντρῳ παρετέτατο, ἐκκρεμές τε ἦν καὶ μετέωρον καὶ μόνοις ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρεισμένα, τότε δὴ φυλλάδα νήσαντες καὶ ὅ τι τῆς ὕλης ταχυδαές τε καὶ αὖον, καὶ εἶτα ὑποθέντες πῦρ τε ἐναύσαντες ἐκτὸς ἀπεχώ ρουν. 7 οὐκ ἐς μακρὰν δὲ τῆς φλογὸς ἀρθείσης τὰ μὲν στηρίγματα εὐθὺς ἀνθρακούμενα κατεθραύετο καὶ πρὸς τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ' αὐτοῖς ᾐωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινε τῇ κενότητι, πύργοι τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἐξαπιναίως ἀπορρα γέντες τῶν ἄλλων ἐς τὸ πρανὲς ἐξεκυλίσθησαν· ἥ τε πύλη ἡ τῷδε τῷ μέρει προσαραρυῖα ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα, ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων κατείχετο, ἡ δὲ αὐτοῖς μοχλοῖς τε καὶ βαλανάγραις ἐκτιναχθεῖσα ἐς τὴν ἠϊόνα καὶ τὰς σπιλάδας ἐρήριπτο ἅμα τε ἅπαντα ξυμπεπηγότα ἔτι ἐκλύζετο, σταθμοὶ καὶ γεῖσον καὶ ὑπερθύριον καὶ οἱ θαιροὶ τῷ οὐδῷ ἐνηρμοσμένοι. 8 τούτων δὲ γεγενημένων τοῖς Ῥωμαίοις ῥᾳδίως τὸ λοιπὸν εἰσιτητέα εἶναι ἐδόκει ἀνὰ τὸ πόλισμα καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀπορρῶγες τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἐπὶ μέγα ἐκτεινόμεναι κρημνῶδες ἀτεχνῶς καὶ 23 δυσέμβολον οὐχ ἧσσον ἀπεδείκνυσαν τὸ χωρίον. 9 καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθέ νει ἀμυνομένων ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν.

11. Ἐπεὶ δὲ πολέμῳ τε καὶ ἐπιδρομαῖς ἑλεῖν δήπου τὸ χωρίον ἀδύ νατα ἦν, ἔγνω μὴ ἁπάσῃ τῇ στρατιᾷ ἐν τοῖσδε διαπονεῖσθαι, ἀλλ' ἐς Φλωρεντίαν καὶ Κεντουκέλλας καὶ ἄλλα ἄττα πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι ἅπαντά τε τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων. 2 ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγγων δὲ καὶ Ἀλαμανῶν στρατεύματα εἴσω τοῦ Πάδου ποτα μοῦ ἠγγέλλοντο παρεῖναι, ὧν δὴ ἕνεκα κινήσας ὡς τάχιστα τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. 3 ἐπεὶ δὲ Φιλίμουθ ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον ἡμέραις νόσῳ ἁλοὺς ἐτε θνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ' ἰδίῳ τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν ἅμα Ἰωάννῃ τῷ Βιταλιανοῦ καὶ πρός γε Βαλεριανῷ καὶ Ἀρταβάνῃ καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ τὰς Ἄλπεις τὸ ὄρος περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας καὶ Αἰμιλίας ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν αὐτοῦ τε στρατοπεδευσαμένους καὶ τὰ ἐρυμνὰ τῶν