Tractatus de placitis Manichaeorum

 ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν

 ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν σ

 ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;

 ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ

 θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι;

 13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί

 τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐ

 18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τ

 ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς

 δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχ

 οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον

 δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέ

 παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν

δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχεσθαι τὴν πανσέληνον καὶ τὰς τῶν ἄλλων ψυχῶν ἐπιδημίας; ὅτε τοίνυν ἀπὸ τῆς πανσελήνου ἡ σελήνη μειοῦται, <ἡ> ἀποχωριζομένη δύναμις τὸν χρόνον τοῦτον ποῦ μένει, ἕως ἂν κενω θεῖσα ἡ σελήνη τῶν προτέρων ψυχῶν καθάπερ πόλις ἔρημος δευτέραν πάλιν δέξηται ἀποικίαν; χρῆν γὰρ ἀφωρίσθαι καὶ θησαυρόν τινα ἔν τινι μέρει τῆς γῆς ἢ τῶν νεφελῶν ἢ ἑτέρου τόπου τινός, ἔνθα αἱ ψυχαὶ συναγειρόμεναι ἕτοιμαι γίγνονται πρὸς τὴν ἐπιδημίαν τὴν πρὸς σελήνην. ἀλλὰ πάλιν ἀπορία ἑτέρα. διὰ τί τοίνυν οὐκ εὐθὺς πληροῦται ἢ διὰ τί πάλιν τὰς πεν τεκαίδεκα ἡμέρας περιμένει; οὐκ ἔλαττον δὲ τῶν εἰρη μένων θαυμαστὸν καὶ τοῦτο, τὸ μηδέποτε ἀφ' οὗ μέ μνηνται οἱ ἄνθρωποι τὴν σελήνην ἐντὸς πεντεκαίδεκα ἡμερῶν πεπληρῶσθαι, ἀλλὰ μηδὲ ἐπὶ τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ ∆ευκαλίωνος καὶ ἔτι μᾶλλον ἐπὶ Φορωνέως, ὅτε πάντα ὡς εἰπεῖν τὰ ἐπὶ γῆς διεφθάρη καὶ πολλὴν τὴν δύναμιν συνέβη διακεκρίσθαι τῆς ὕλης. χωρὶς δὲ τούτων καὶ φορὰς γενεῶν καὶ ἀφορίας καὶ φθορῶν ὁμοίως σκοπεῖν προσῆκεν, ὧν ὡσαύτως μὴ γινομένων κατὰ τάξιν χρῆν μηδὲ τὴν τάξιν τῶν πανσελήνων μηδὲ τῶν μειώσεων οὕτω τηρεῖσθαι.

23 οὐ παρέρ γως δὲ οὐδὲ τοῦτο προσακτέον, ὅτι εἰ μὲν ἄπειρός ἐστιν ἡ ἐναπειλημμένη τῇ ὕλῃ δύναμις θεία, πρὸς τὸ μειοῦσθαι αὐτὴν οὐδὲν δύναται ἃ διαπραγματεύονται ἥλιος καὶ σελήνη-τὸ γὰρ λειπόμενον πάλιν ἄπειρον ἀπὸ πεπερασμένου τοῦ ληφθέντος· εἰ δέ ἐστιν πεπε ρασμένη, χρῆν αἴσθησιν γενέσθαι ἐν τοσούτῳ χρόνῳ, πόσον ποτὲ τῆς δυνάμεως ταύτης ἐκ τοῦ κόσμου ἐμειώθη· ἀλλὰ πάντα ὁμοίως μένει. Τίνας δὲ μύθους οὐχ ὑπερβέβηκεν τῷ ἀπιθάνῳ καὶ ταῦτα, ὅτε κατὰ τὴν ὀφθεῖσαν ἐν ἡλίῳ εἰκόνα τῆς ὕλης τὸν ἄνθρωπον δημιούργημα εἶναι λέγωσιν; καὶ γὰρ εἰκόνες εἴδωλά εἰσιν τῶν ἀρχετύπων· εἰ δ' ἐν ἡλίῳ τὴν εἰκόνα καταλείπουσιν, ποῦ τὸ παράδειγμα, πρὸς ὅπερ ἡ εἰκὼν αὐτοῖς ἀναπέπλασται; οὐ γὰρ δὴ αὐτόν γε τὸν ἄνθρωπον φήσουσιν τὸν ὄντως ἄνθρωπον εἶναι, οὐδὲ τὴν δύναμιν τὴν θείαν ταύτην μὲν γὰρ πρὸς τὴν ὕλην μιγνύουσιν, ἐν ἡλίῳ δὲ τὴν εἰκόνα ἑωρᾶσθαι λέγουσιν, ὃς ἐγένετο κατ' αὐτοὺς ἀπὸ τῆς πρὸς τὴν ὕλην ὕστερον διακρίσεως, ἀλλ' οὐδὲ τὴν δημιουργι κὴν αἰτίαν-ταύτην γὰρ ἐπὶ σωτηρίᾳ τῆς θείας δυ νάμεως καταπεπέμφθαι φασίν, καὶ πρὸ ἡλίου κατ' αὐτοὺς πάντως γε ταύτην τακτέον, ἐπειδήπερ ἀφιγμένης αὐ τῆς τὸν ἥλιον καὶ τὴν σελήνην τῆς ὕλης ἀποκεκρίσθαι συμβέβηκεν, ἐν ἡλίῳ δὲ τὴν εἰκόνα ἑωρᾶσθαι λέγουσιν. «πεποίηκεν δὲ ἡ ὕλη» φασὶν «τὸν ἄνθρωπον.» τίνι ποτὲ τρόπῳ ἢ πῶς; οὐδὲ γὰρ πλάσασθαί γε τοῦτο δυνατόν. πρὸς γὰρ τῷ εἴδωλον εἰδώλου τὸν ἄνθρωπον ὑπάρχειν οὕτω γε κατ' αὐτοὺς καὶ μηδεμίαν ἔχειν ὑπόστασιν, ἔτι οὐδὲ εἰς ἔννοιάν ἐστιν ἥκειν δυνάμενον, πῶς τῆς ὕλης ἔργον ἐστὶν ὁ ἄνθρωπος· τὸ γὰρ λογίζεσθαι καὶ αἴσθεσθαι οὐδὲ τῆς κατ' αὐτοὺς ὕλης ἐστίν. τίς δὲ κατ' αὐτοὺς ὁ ἄνθρωπος; ἆρά γε τὸ ἐκ τῆς ψυχῆς καὶ σώματος μῖγμα ἢ τὸ ἕτερον ἢ ὅλης ψυχῆς ἀνωτέρω νοῦς; ἀλλ' εἴτε νοῦς ἐστιν, πῶς τὸ κάλλιον γένοιτ' ἂν τοῦ χείρονος ἔργον; εἴτε ψυχή-ταύτην δὲ τὴν θείαν δύναμιν εἶναι λέγουσιν, πῶς ἀφαιρούμενοι τὸν θεὸν τὴν θείαν δύναμιν, ταύτην ὑπὸ τὴν τῆς ὕλης δημι ουργίαν κατατάττουσιν; εἰ δὲ τὸ σῶμα μόνον κατα λείπουσιν, ἀναμιμνῃσκέσθωσαν πάλιν ὅτι τοῦτο καθ' ἑαυτὸ ἀκίνητον, τῆς δὲ ὕλης τὴν οὐσίαν κίνησιν εἶναί φασιν. ἀλλὰ μὴν ὅτε γε οὐδὲν καθ' ἑαυτὸ ἐπὶ τὴν ὕλην ἄγεσθαι οἴονται, οὐδὲ τὸ ἐκ τούτων συνεστὸς εὔλογον ταύτης ἔργον εἶναι ὑπολαμβάνειν. καὶ μὴν τὸ γινόμενον ὑπό του ὅτι πάντως χεῖρον ἐκείνου, ἀναμφισβήτητον εἶναι δοκεῖ,

11