Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τούτου διάδοχος κατέστη Ἀουρηλια νὸς ἔτη ἕξ. Μετὰ τοῦτον Τάκιτος καὶ Φλωριανὸς ἐκράτησαν μῆνας ἐννέα. Τούτου Πρόβος διάδοχος γέ γονεν ἔτη ἕξ. Τούτου δὲ τελευτήσαντος τὴν ἡγεμο νίαν ἐδέξατο Κάρος σὺν τοῖς υἱοῖς αὐτοῦ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τούτους μετέρχεται βασιλείαν ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς εἴκοσι καὶ ἓν ἔτος. Ἐπὶ τούτων ὁ βαρύτατος καὶ μακρότατος τῶν Χριστιανῶν γέγονε διωγμὸς, ἐν ᾧ ἀναρίθμητοι καὶ Κυρίῳ μόνῳ ἐγνωσμέναι μυριάδες ἐμαρτύρησαν. Ἐν Αἰλίᾳ δὲ Ὑμέναιος τὴν λειτουργίαν καταπαύσας, Ζαύδα διάδοχον αὐτοῦ καταλέλοιπεν, καὶ τούτου τε λευτήσαντος, Ἕρμων τὸν θρόνον κατέσχεν Ἱεροσολύμων. Οἱ δὲ περὶ ∆ιοκλητιανὸν καὶ Μαξιμιανὸν τὸν ἐπί κλην Ἑρκούλιον, μετὰ τὸ ἀποκτεῖναι αὐτοὺς τῶν ἁγίων πολλὰς μυριάδας, ὥσπερ κόρον λαβόντες τῶν κακῶν, τῇ ὑπερβολῇ τῆς ἀπονοίας ἀρθέντες, προφά σει θεοσεβείας ἀλιτάρχαι γενόμενοι, ἐκ συνθήματος ἀπέθεντο τὸ βασίλειον, καὶ εἰς ἰδιωτικὴν διαγωγὴν κατεστάθησαν. Μαξιμιανὸς ὁ λεγόμενος Γαλέ ριος, καὶ Μαξέντιος ὁ υἱὸς τοῦ Ἑρκουλίου κατέσχον τὴν Ῥωμαϊκὴν ἡγεμονίαν ἔτη ἐννέα. Ὁ μέν τοι Μαξιμιανὸς ἐν τοῖς τῆς Ἑῴας μέρεσι διέτριβεν, ὁ δὲ Μαξέντιος ἐν αὐτῇ τῇ Ῥώμῃ τῇ μεγάλῃ τὰ βασίλεια ἐποιήσατο, θῆρες ἄγριοι οὗτοι καὶ πᾶν εἶδος κακίας μετερχόμενοι, καὶ σφοδρῶς κατὰ τῶν Χριστιανῶν ἐπιμαινόμενοι. Συνεβασίλευσε δὲ αὐτοῖς κατὰ τὴν Βρετανίαν Κώστας ὁ μέγας, ὁ τοῦ μεγάλου Κων σταντίνου πατὴρ, ἀνὴρ τὰ πάντα γαληνότατος καὶ πραότατος, εὐσέβειαν ἀσπαζόμενος, καὶ εἴδωλα μυσαττόμενος, καὶ λίαν τοὺς Χριστιανοὺς ἀποδεχόμε νος. Ὁ δὲ Κωνσταντῖνος ἔτι ὑπάρχων παῖς παρὰ τῷ τῆς Ἑῴας τυράννῳ ἐτρέφετο, παιδευόμενος τὴν Ἑλληνικὴν σοφίαν, ὅθεν αὐτῷ καὶ ἐν Παλαιστίνῃ ὄντι καὶ θεωροῦντι, ὅσα πάσχουσιν οἱ δοῦλοι Χριστοῦ, ἐδάκνετο ἡ ψυχή. Ἦν γὰρ μισοπόνηρος ἐκ παιδόθεν. Τὸν δὲ ∆ιοκλητιανὸν ἐν ∆αλματίᾳ διάγοντα κατέλαβε θεήλατος ὀργὴ, καὶ ὀγκωθεὶς τὸ σῶμα εἰς πολλὰ διεῤῥήγνυτο μέρη, τῆς βλασφήμου αὐτοῦ γλώσσης σαπείσης ἐν τῷ λάρυγγι αὐτοῦ καὶ πλῆθος σκωλή κων ἀναβρισάσης. Οὕτως ἀπέῤῥηξε τὸ πνεῦμα. Ὁ δὲ Ἑρκούλιος ἐν Ταρσῷ τῆς Κιλικίας κατέστρεψε τὸν βίον. Ὁ δὲ Γαλέριος Μαξιμιανὸς, ὥσπερ ἄδειαν λα βὼν, ἀθέως ἅμα καὶ ἀπανθρώπως ἐκέχρητο τῇ τυραν νίδι. Γυναικομανοῦς γὰρ γενομένου αὐτοῦ ἀγῶνας 4052 ἔσχον οἱ ὑπ' αὐτοῦ τελοῦντες, ποῦ κρύφωσι τὰς ἰδίας γαμετὰς καὶ θυγατέρας ἀπὸ προσώπου τυράν νου Εἰς τοσοῦτον δὲ ἦν ἐντετηκὼς τῶν πλανώντων αὐτὸν δαιμόνων ἀπάτῃ, ὡς μὴ ἀνέχεσθαί τινος γεύ σασθαι ἄνευ μαντείας· τῶν δὲ Χριστιανῶν πανολε θρίαν γενέσθαι προσέταξεν, οὐ μόνον διὰ τὴν ἀσέ βειαν αὐτοῦ, ἀλλὰ καὶ διὰ τὸ ἁρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. Βλέπων δὲ τὸν Κωνσταντῖνον προκόπτοντα εἰς μέ γεθος τῆς ἡλικίας καὶ συνέσει κεκοσμημένον, καὶ ὑποπτεύσας, μᾶλλον δὲ μαντευσάμενος αὐτὸν καταλύ την μέλλειν ἔσεσθαι τῆς τυραννίδος αὐτοῦ, δόλῳ αὐ τὸν θανατῶσαι διενοεῖτο. Ἀλλὰ θείᾳ προμηθείᾳ μα θὼν ὁ νέος δόλον, ὡς ὁ ∆αυῒδ φυγῇ τὴν σωτηρίαν ἐπορίσατο. Τοῦ δὲ τυράννου εἰς ἄμετρον ἀτοπίας ἐκβάντος καὶ τοῖς Χριστιανοῖς σφοδρῶς ἐπικειμένου, ἡ θεία δίκη τοῦτον ἀνεχαίτιζε μάστιγα κατ' αὐτοῦ· ὑπεφιεῖσα. Ἕλκος γὰρ χαλεπὸν κατ' αὐτὸ τῆς ἀκολα σίας κρυπτὸν μόριον ἀναφυὲν, κρεῖττον πάσης ἀν θρωπίνης τέχνης κατέστη. Νομῆς δὲ καὶ σήψεως καὶ δυσωδίας δεινοτάτης διαλαβούσης τοὺς τόπους, σκωλήκων δὲ πλήθους ἀναδεδομένου, ἦν γὰρ καὶ πο λύσαρκος ὁ δείλαιος, εἰς ἀπελπισμὸν λοιπὸν ἐληλυθὼς, ἔκειτο θέαμα ἐλεεινὸν πᾶσι τοῖς περὶ αὐτόν. Τότε δὴ ἔννοιά τις ὑπεισῆλθεν αὐτῷ, ὡς ἄρα διὰ τὸν ἄδικον τῶν Χριστιανῶν φόνον ὑπὸ τῆς θείας δί κης αὑτῷ συνέβη. Εὐθέως οὖν κατέπεμψε προστά γματα κατὰ πᾶσαν πόλιν ἀναλύεσθαι τοὺς Χριστια νοὺς, καὶ πράττειν
11