εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχεὶς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζὲρ, βα σιλέα ∆αβεὶρ, βασιλέα Γισὲ, βασιλέα Ἀερμὰθ, βασι λέα Αἰρὰθ, βασιλέα Ἀρὰθ, βασιλέα Λοβνᾶ, βα σιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφοὺθ,βασιλέα Ὀφὲρ, βασιλέα Ὀφὲκ τῆς Ἀρὼθ, βασιλέα Ἀσὼμ, βασιλέα Σομοὼν, βασιλέα Μαμβρὸθ, βα σιλέα Ζεὶφ, βασιλέα Κάδης, βασιλέα Ζαὰκ, βασιλέα Μανεδὼθ, βασιλέα Ἰωκὼμ τοῦ Χαρμὲλ, βασιλέα Ἐδδὼρ τοῦ Φενεδαὼρ, βασιλέα Γεὶδ τῆς Γαλιλαίας,βασιλέα Θερσᾶ. Βιβλίον ζʹ, Κριταί. Καλεῖται τὸ βιβλίον Κριταὶ, ἐπειδὴ μετὰ τὸν θάνατον Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ, διὰ τῶν κριτῶν ἔσω ζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν ἀλλοφύλων, τῶν περιλειφθέντων Χαναναίων· καὶ τούτων τῶν κριτῶν ἑκάστου καὶ τὰς πράξεις καὶ τὸν χρόνον τῆς ζωῆς ἡ βίβλος αὕτης περιέχει. Γεγόνασι δὲ κριταὶ οὗ τοι· πρῶτος Γοθονιήλ· οὗτος ἀνεῖλε τὸν Χουσαρσα θαῒμ, βασιλέα Συρίας ποταμῶν, θλίψαντα τὸν λαὸν ἔτη μʹ· μετὰ τοῦτον Αὐὼδ, ἀμφοτεροδέξιος· οὗ τος ἀνεῖλε τὸν Αἰγλὼμ βασιλέα Μωὰβ, ἐν μαχαίρᾳ διστόμῳ, δρακὸς ἐχούσῃ τὸ μῆκος, θλίψαντα τὸν λαὸν 28.313 ἔτη ιηʹ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη πʹ· μετὰ τοῦτον Ταμεγὰρ, υἱὸς ∆ινάχ· οὗτος ἐπάταξεν ἑξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος αʹ. Μετ' αὐτὸν Βαρὰχ, υἱὸς Ἀβινέχ. Οὗτος ἐπολέμησεν Ἰαβὶνκαὶ τὸν Σισάρα, θλίψαντας τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν μὲν οὖν Σισάρα ἀπέκτεινεν Ἰαὴλ, γυνὴ Χαθὲρ τοῦ Κιναίου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ ἔτη μʹ. Μετ' αὐτὸν Γεδεών· αὐτός ἐστιν Ἱεροβαάλ. Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὠρὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τόν τε πύργον Φανουὴλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλό ησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Μετὰ τοῦτον Ἀβιμελὲχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς ἐκ τῶν ἐλευθέρων, οʹ ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἷς ἐξ αὐτῶν Ἰωάθαμ. Ἀλλὰ καὶ Ἀβιμελὲχ γέγονε μετὰ τῶν αὐτῷ συνελθόντων ὡς πῦρ ἀπὸ ῥάμνου· πολλούς τε ἀπο κτείνας, ἀπέθανε καὶ αὐτὸς ῥιψάσης γυναικὸς ἀπὸ τοῦ τείχους ἐπ' αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ ἦρξεν ἔτη τρία. Μετ' αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς πατραδέλφου Ἀβιμελέχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγʹ. Μετ' αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. Μετ' αὐτὸν Ἰεφθάε ὁ Γαλααδίτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμανίτας καὶ τοὺς Φυλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαν τήσασαν τὴν θυγατέρα, ἠξίωσεν πρότερον συγχωρη θῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕ τως αὐτὴν ἀνενεγκὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν λαὸν ἔτη ἕξ. Μετ' αὐτὸν Ἀβαισὰν ἀπὸ Βηθλεὲμ ἔτη ἑπτά. Μετ' αὐτὸν Ἀϊλὼν ὁ Ζαβουλωνίτης ἔτη ιʹ. Μετ' αὐτὸν Λαβδὼν, ὁ Φαραθωνίτης ἔτη ηʹ. Μετ' αὐτὸν Σαμψὼν ἀπὸ ∆άν· οὗτος ἐπάταξε τοὺς Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὖθις ἀλώ πεξι, καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. Ποσοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγʹ· τὰ δὲ ἔτη αὐτῶν υιαʹ.
11