∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς· Θεὸς δὲ τῆς σαρκὸς τοῦ Χριστοῦ. Οὐκ ἄλλον δὲ τὸν Χριστὸν λέγω, καὶ ἄλλον τὸν Μονογενῆ· τῇ γὰρ ἐννοίᾳ οὐ τέμνω τὰ μὴ τεμνόμενα τῇ ἑνώσει. Πατὴρ γὰρ τοῦ Μονογενοῦς πρὸ αἰώνων· Θεὸς δὲ τοῦ Μονο γενοῦς κατὰ τὴν σάρκα ἐπὶ τέλει τοῦ αἰῶνος· ἀεὶ αὐτοῦ Πατὴρ, οὐκ ἀεὶ αὐτοῦ Θεὸς, ἀλλὰ ἀφ' οὗ σάρκα ἀνέλαβεν. Θεὸς ὁ Πατὴρ αὐτοῦ τῆς θεότητος· ὁ μὲν γὰρ Πατὴρ ἀΐδιος, ὁ δὲ Υἱὸς συναΐδιος· καὶ οὐκ 28.61 ἔχει τομὴν, οὐδὲ διαίρεσιν ἡ δόξα τῆς ἀληθείας. Πότε οὖν ἐκλήθη Θεὸς τοῦ Υἱοῦ ὁ Πατὴρ διὰ τὴν σάρκα; ἀφ' οὗ προῆλθεν ἐκ κοιλίας μητρός. ∆ιὰ τοῦτο ἐν τῷ προ φήτῃ, βουλόμενος δεῖξαι ἑαυτοῦ καὶ τὴν θεότητα καὶ τὴν σάρκα ἀληθεύουσαν, ἔλεγεν· «Ἐκ κοιλίας μητρός μου, Θεός μου εἶ σύ.» Εἰ δὲ βούλει τὰ ὑπόλοιπα γνῶ ναι, ἐν τῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ διδαχθήσῃ. Πρὸς τοὺς λέγοντας μέγαν Θεὸν εἶναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν μὴ ἴσον. Εἰ καὶ τὰ μάλιστα τὴν Τριάδα μίαν θεότητα λέγον τες, εὑρίσκομεν τὸν Υἱὸν ἐν τῇ Γραφῇ, πρὸς τὸ φρά ξαι τὰ στόματα τῶν ἐναντίων, μέγαν παρὰ τὸν Πα τέρα· λέγει γὰρ ὁ ∆αβίδ· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·» ἡ δὲ Ἰουδαία περιώριστο τόπῳ φανερῷ. Περὶ δὲ τοῦ Υἱοῦ· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!» Ἐπειδὴ πᾶσαν ἐπλήρωσε τὴν γῆν ἡ Χριστοῦ προσηγορία· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλ θεν ὁ φθόγγος τῶν ἁγίων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· εἰκότως λέγει ὁ ψαλ μός· «Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» Καὶ τί τὸ ἐπαγόμενον, «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν;» Πληροῦται δὲ τοῦτο, ὅτε ἀνέβησαν εἰς τὸ ὄρος οἱ μαθηταὶ μετὰ τοῦ Σωτῆρος, μέλλοντος ἀναλαμβάνεσθαι, ἔλεγε πρὸς αὐτούς· «Μείνατε εἰς Ἱεροσόλυμα, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» διὰ τὸ ἐπῆρθαι· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Αὐτῷ οὖν ∆αβὶδ προσφωνεῖ λέγων· «Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου.» Ὅτι ὥσπερ ὁ Πατὴρ Κύριος Σαβαὼθ, οὕτως καὶ ὁ Υἱὸς ὁμοίως. Ὁ Ἡσαΐας λέγει· «Καὶ σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.» Ἐν δὲ τῷ ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Πρὸς τοὺς λέγοντας ἧττον εἶναι τὸ Πνεῦμα τοῦ Χριστοῦ, ἐπειδὴ ἀῤῥαβὼν ἐκλήθη, μέρος, φησὶν, ἐστί. Γέγραπται ἐν τῇ πρὸς Ἐφεσίους· «Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγ γελίας τῷ ἁγίῳ, ὅ ἐστιν ὁ ἀῤῥαβὼν τῆς κληρο νομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως ἡμῶν, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Εὑρίσκομεν δὲ τὸν Πατέρα ἐν τῇ Γραφῇ μέρος καλούμενον· λέγει γὰρ ἐν τῷ ψαλμῷ· «Μερίς μου εἶ ἐν γῇ ζώντων·» καὶ πάλιν ἐν τῷ ἑκκαιδεκάτῳ ψαλμῷ· «Κύριος με ρὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.» Πρὸς τοὺς λέγοντας τὸν Υἱὸν μὴ εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ὅτι μία ἐξουσία καὶ δύνα μις, καὶ βασιλεία, καὶ θεότης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Λέγει ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν 28.64 ναὸν ἑαυτοῦ ὁ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγε λος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε·» Θεοῦ οὖν ὁ ναὸς, καὶ λέγει ἑαυτοῦ εἶναι τὸν ναὸν, ὡς μὴ νομι σθῆναι ἑτέραν εἶναι τοῦ Πατρὸς τὴν δεσποτείαν, καὶ ἑτέραν τοῦ Υἱοῦ τὴν βασιλείαν. Τὸν ναὸν τοῦ Πατρὸς, ὃν ἀνέθηκεν ὁ Σολομὼν τῷ Θεῷ, τοῦτον ναὸν τοῦ Υἱοῦ καλεῖ ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ ὁ Κύριος.» ∆ιὰ τοῦτο ὁ Σωτὴρ λέγει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» αὐτὸς λέ γει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Ὁ οἶκος, φησὶ, τοῦ Πατρός μου καὶ οἶκός μου.» Ὅτι ὁ Υἱὸς
11