ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι, καὶ ἐπαγγέλ λονται ταῦτα, ὅπως ἀπατήσωσι τοὺς θεοσεβοῦν τας. Ἀλλ' ἡμᾶς οὐδ' οὕτως πάλιν χρὴ τοὺς πιστοὺς τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι, καὶ ταῖς φωναῖς αὐτοῦ προσέχειν. Ψεύδεται γὰρ, καὶ οὐδὲν ὅλως ἀλη θὲς λαλεῖ. Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται τοὺς μυκτῆρας, καὶ ψελλίῳ τετρύπηται τὰ χείλη. Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον, εἰς τὸ καταπαίζεσθαι παρ' ἡμῶν· τέθεινται δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ δαίμονες, ὡς σκορπίοι καὶ ὄφεις, εἰς τὸ καταπατεῖσθαι παρ' ἡμῶν τῶν Χριστιανῶν. Καὶ τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ' αὐτοῦ. Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλεί φειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ' οὐδὲ ἐμὲ λαλοῦντα κατ' αὐτοῦ. Μὴ τοίνυν προσέχωμεν οἷς ἂν λαλῇ (ψεύδεται γὰρ), μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαν τασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας. Οὐ γὰρ φῶς ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐταῖς· τοῦ δὲ ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ τὰς εἰκόνας φέρουσι· καὶ ἐν οἷς κατακαίεσθαι μέλ λουσιν, ἐν τούτοις ἐκφοβεῖν τοὺς ἀνθρώπους πειρά ζουσιν. Ἀμέλει φαίνονται, καὶ παρ' αὐτὰ πάλιν ἀφα νίζονται· βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες 26.881 δὲ μεθ' ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός. Ὅθεν οὐδὲ οὕτως φοβεῖσθαι τούτους προσήκει· πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Χριστοῦ χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα. ∆όλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μετα βάλλεσθαι καὶ μετασχηματίζεσθαι. Πολλάκις γοῦν καὶ ψάλλειν μετ' ᾠδῆς προσποιοῦνται μὴ φαινόμε νοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν Γραφῶν λέξεων· ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ ἠχὼ λέγουσιν αὐτοὶ τὰ αὐτὰ πολλάκις ἅπερ ἀνέγνω σται· καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς προσευχάς· καὶ τοῦτο συνεχῶς ποιοῦσι, σχεδὸν μὴ ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι. Ἔστι δὲ ὅτε καὶ ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐ λαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχή ματι πλανήσωσι, καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι τοὺς ἀπατηθέντας παρ' αὐτῶν. Ἀλλ' οὐ χρὴ προσ έχειν αὐτοῖς, κἂν εἰς προσευχὴν διεγείρωσι, κἂν συμβουλεύωσι μήθ' ὅλως ἐσθίειν, κἂν κατηγορεῖν καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συν έγνωσαν ἡμῖν. Οὐ γὰρ δι' εὐλάβειαν ἢ ἀλήθειαν ταῦτα ποιοῦσιν, ἀλλ' ἵνα τοὺς ἀκεραίους εἰς ἀπό γνωσιν ἐνέγκωσιν, καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσι, ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου, καὶ ἐμποδίσωσι τοὺς κατ' αὐτῶν πολιτευομένους. Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ Κυρίου, ἐταλάνιζε τοὺς τοιούτους λέγων· Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν. Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνα τρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ. Ὁ δὲ Κύριος αὐτὸς δι' ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς δαίμονας (ἀληθῆ γὰρ ἔλεγον· Σὺ εἶ ὁ Υἱὸς Θεοῦ) ὅμως ἐφίμου, καὶ λαλεῖν ἐκώλυε, μή ποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσι, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ, μηδέποτε τοῖς τοιούτοις προσ έχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν· καὶ γὰρ ἀπρεπὲς, ἔχοντας ἡμᾶς τὰς ἁγίας Γραφὰς, καὶ τὴν παρὰ τοῦ Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου, τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων φρονήσαντος. ∆ιὰ τοῦτο καὶ λαλοῦντα τοῦτον τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων· Τῷ δὲ
11