τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἧττον ἐκ τῶν ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτὲ μὲν ὑπὸ τῶν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτὲ δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποβρύχιος γίνεται. Καὶ γοῦν καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν ἁμαρτημάτων ἀπολλύμεθα, ποτὲ δὲ διὰ τῶν ἔνδον λογισμῶν ἀφανιζόμεθα. ∆εῖ οὖν καὶ τὰς ἔξωθεν τῶν πνευμάτων ἐπιτηρεῖν προσβολὰς, καὶ τὰς ἔνδον τῶν λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δὲ γρηγο ρεῖν πρὸς τοὺς λογισμούς· συνεχῶς γὰρ ἐφίστανται. Ἐπὶ μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυ τῶν, πολλάκις ἡ σωτηρία διὰ τῶν ἐγγυτάτων πλοίων γίνεται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν πλωτήρων, καὶ ἡσυχαζούσης τῆς θαλάσσης, ἐπισυμ βαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν. ∆εῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοὺς λο γισμοὺς τὴν διάνοιαν. Ὁ γὰρ ἐχθρὸς, καθάπερ οἶκον τὴν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν θεμελίων ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχό μενος, πᾶσαν αὐτὴν καταφέρει, ἢ καὶ διὰ τῶν θυρί δων εἰσελθὼν, πρῶτον τὸν οἰκοδεσπότην δεσμεῖ, καὶ οὕτως χειροῦται τὰ πάντα. Θεμέλιος μὲν οὖν ἐστι τὰ καλὰ ἔργα, ὀροφὴ δὲ ἡ πίστις, θυρίδες δὲ αἱ αἰσθή σεις. ∆ιὰ πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. Ὅθεν πολυ όφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἔχο μεν ἐνταῦθα τὸ ἀμέριμνον· φησὶ γὰρ ἡ Γραφή· Βλε πέτω ὁ ἑστηκὼς μὴ πέσῃ. Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν 28.1516 ὑπὸ τοῦ ἱεροῦ ψάλτου ∆αβὶδ εἴρηται. Ἀλλὰ τῆς θα λάσσης τὰ μέν εἰσι πετρώδη, τὰ δὲ καὶ θηρίων πλήρη, τινὰ δὲ καὶ γαληνά. Ἡμεῖς ἐν τῷ γαληνῷ μέρει τῆς θαλάσσης δοκοῦμεν πλέειν, οἱ δὲ κοσμικοὶ ἐν κινδυνώ δεσι· καὶ ἡμεῖς μὲν ἡμέρας πλέομεν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὁδηγούμενοι, ἐκεῖνοι δὲ ἐν νυκτὶ, ὑπὸ τῆς ἀγνωσίας φερόμενοι. Ἀλλ' ἐνδέχεται πολλάκις τὸν κοσμικὸν ἐν χειμῶνι καὶ ἐν σκότει τυγχάνοντα, βοήσαντα καὶ ἀγρυπνήσαντα, σῶσαι τὸ ἑαυτοῦ σκά φος· ἡμᾶς δὲ ἐν γαλήνῃ, ὑπὸ ἀμελείας βυθισθῆναι, τὸ πηδάλιον τῆς δικαιοσύνης ἀφέντας. Βλεπέτω οὖν ὁ στήκων μὴ πέσῃ. Ὁ μὲν γὰρ πεσὼν μίαν ἔχει φροντίδα, τοῦ ἀναστῆναι· ὁ δὲ στήκων φυλαττέσθω τοῦ μὴ πεσεῖν. Καὶ γὰρ τὰ παραπτώματα διάφορα· οἱ μὲν γὰρ πεσόντες τοῦ μὲν στήκειν ἐστέρηνται· κείμενοι δὲ, οὐ πάνυ τι ἐβλάβη σαν. Ὁ δὲ ἑστὼς μὴ εὐτελιζέτω τὸν πεπτωκότα, ἀλλ' ἑαυτὸν φοβείσθω, μὴ πεσὼν διαφθαρῇ, καὶ εἰς κατώ τερον ἀπέλθῃ βόθρον. Εἰκὸς γὰρ, καὶ τῆς κραυγῆς ἡττηθείσης ὑπὸ τοῦ βάθους τοῦ φρέατος, μὴ βοήθειαν αἰτῆσαι. Φησὶ γὰρ ὁ δίκαιος· Μὴ καταπιέτω με βυ θὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐ τοῦ. Ὁ πρῶτος πεσὼν ἔμεινεν. Ὅρα σεαυτὸν, μὴ καταπεσὼν καὶ σὺ θοίνη θηρίων γένῃ. Ὁ πεσὼν οὐκ ἀσφαλίζεται τὴν θύραν· σὺ δὲ μηδόλως νυστάξῃς· ἀλλ' ἀεὶ τὸ θεῖον ἐκεῖνο μελῴδει ῥητὸν, τὸ φάσκον· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ἀγρύπνει δὲ διηνεκῶς διὰ τὸν ὠρυό μενον λέοντα. Ταῦτα τὰ ῥήματα συντελεῖ πρὸς τὸ μὴ ὑπερ αίρεσθαι. Ὁ πεσὼν ἐν τῷ ἐπιστρέψαι καὶ στενάξαι σωθήσεται. Ὅρα σὺ σαυτὴν ἡ στήκουσα. ∆ιπλοῦς γάρ σοι ὁ φόβος ἐπίκειται, ἢ τοῦ μὴ ἐπιστρέψαι πρὸς τὰ ἀρχαῖα, δι' ὀλιγωρίας σοι τοῦ ἐχθροῦ προσπεσόντος, ἢ τοῦ μὴ τρέχουσαν σκελισθῆναι. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος ἢ ὄπισθεν ἕλκει πρὸς ἑαυτὸν, ὁπηνίκα βρα δεῖαν καὶ νωθρὰν τὴν ψυχὴν θεάσηται· ἢ δοκοῦσαν αὐτὴν σπουδαίαν εἶναι καὶ ἐπίπονον πρὸς ἄσκησιν, ἐπεισέρχεται λεπτῶς καὶ κεκρυμμένως διὰ τῆς ὑπερ ηφανίας· καὶ οὕτως αὔτανδρον τὴν ψυχὴν ἀπόλλυσι. Τοῦτο τὸ ὅπλον ἔσχατον καὶ κορυφαιότατον πάντων ἐστὶ τῶν κακῶν. Ἐξ αὐτοῦ ὁ διάβολος καταβέβληται,
11