πάντες ἓν πόμα ἐποτίσθημεν. Οὐκ ἄτοπον δὲ καὶ τοῖς αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν, οἳ διυλισμὸν μὲν τοῦ πνεύματος τὴν μνήμην τῶν κρειττόνων εἶναί φασιν. ∆ιυλισμὸν δὲ νοοῦσιν τὸν ἀπὸ τῆς ὑπομνήσεως τῶν ἀμεινόνων τῶν χειρόνων χωρισμόν· ἕπεται δὲ ἐξ ἀνάγκης τῷ ὑπομνησθέντι τῶν βελτιόνων ἡ μετάνοια ἡ ἐπὶ τοῖς ἥττοσιν· αὐτὸ γοῦν τὸ πνεῦμα ὁμολογοῦσι μετανοῆσαν ἀναδραμεῖν. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἡμεῖς ἐπὶ τοῖς ἡμαρτημένοις μετανενοηκότες, ἀποταξάμενοι τοῖς ἐλαττώμασιν αὐτῶν, διυλιζόμενοι βαπτίσματι, πρὸς τὸ ἀίδιον ἀνατρέχομεν φῶς, οἱ παῖδες πρὸς τὸν πατέρα. 1.6.32.2 Ἀγαλλιασάμενος γοῦν ἐν τῷ πνεύματι Ἰησοῦς, ἐξομολογοῦμαί σοι, πάτερ, φησίν, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· νηπίους ἡμᾶς ὁ παιδαγωγὸς καὶ διδάσκαλος ἀποκαλῶν τοὺς τῶν ἐν κόσμῳ σοφῶν ἐπιτηδειοτέρους εἰς 1.6.32.3 σωτηρίαν, οἳ σοφοὺς σφᾶς ἡγούμενοι τετύφωνται. Καὶ ἐπιβοᾶται, ἀγαλλιώμενος καὶ ὑπερευφραινόμενος, οἱονεὶ συντραυλίζων τοῖς νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. ∆ιὰ τοῦτο τὰ κεκρυμμένα ἀπὸ σοφῶν καὶ 1.6.32.4 συνετῶν τοῦ νῦν αἰῶνος ἀπεκαλύφθη τοῖς νηπίοις. Νήπιοι ἄρα εἰκότως οἱ παῖδες τοῦ θεοῦ οἱ τὸν μὲν παλαιὸν ἀποθέμενοι ἄνθρωπον καὶ τῆς κακίας ἐκδυσάμενοι τὸν χιτῶνα, ἐπενδυσά μενοι δὲ τὴν ἀφθαρσίαν τοῦ Χριστοῦ, ἵνα καινοὶ γενόμενοι, λαὸς ἅγιος, ἀναγεννηθέντες ἀμίαντον φυλάξωμεν τὸν ἄνθρωπον καὶ νήπιοι ὦμεν ὡς βρέφος τοῦ θεοῦ κεκαθαρμένον πορνείας καὶ πονηρίας. 1.6.33.1 Σαφέστατα γοῦν ὁ μακάριος Παῦλος ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ ὧδέ πως γράφων· ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ 1.6.33.2 κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Τὸ δὲ ὅτε ἤμην νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλάλουν ὡς νήπιος τὴν κατὰ νόμον ἀγωγὴν αἰνίττεται, καθ' ἣν οὐχ ὡς ἁπλοῦς ἤδη, ἀλλ' ὡς ἔτι ἄφρων νήπια μὲν φρονῶν ἐδίωκε, νήπια δὲ λαλῶν 1.6.33.3 ἐβλασφήμει τὸν λόγον. ∆ύο γὰρ σημαίνει τὸ νήπιον. Ἐπειδὴ γέγονα, φησίν, ἀνήρ, πάλιν ὁ Παῦλος λέγει, κατήργηκα τὰ τοῦ νηπίου. Οὐχ ἡλικίας μέγεθος ἀτελές, ἀλλ' οὐδὲ μὴν χρόνου μέτρον ὡρισμένον, ἀλλ' οὐδὲ ἀνδρικῶν καὶ ἐντελεστέρων μαθημάτων διδαχὰς ἄλλας ἀπορρήτους αἰνίττεται, τὴν νηπιότητα ὑπερόριον ἀποστέλλων ὁ καταργεῖν αὐτὴν ὁμολογῶν ἀπόστολος, ἀλλὰ νηπίους μὲν τοὺς ἐν νόμῳ λέγει, οἳ τῷ φόβῳ, καθάπερ οἱ παῖδες τοῖς μορμολυκείοις, ἐκταράττονται, ἄνδρας δὲ τοὺς λόγῳ πειθηνίους καὶ αὐτεξουσίους κέκληκεν· οἳ πεπιστεύκαμεν ἑκουσίῳ προαιρέσει σῳζόμενοι, ἐμφρόνως, οὐκ 1.6.33.4 ἀφρόνως, δεδιττόμενοι τῷ φόβῳ. Αὐτὸς περὶ τούτου μαρτυρήσει ὁ ἀπόστολος τοὺς Ἰουδαίους κατὰ τὴν προτέραν διαθήκην κληρονόμους λέγων, κατ' ἐπαγγελίαν δὲ ἡμᾶς. Λέγω δέ, φησίν, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν 1.6.34.1 υἱοθεσίαν ἀπολάβωμεν δι' αὐτοῦ. Ὅρα πῶς ὡμολόγησεν εἶναι νηπίους τοὺς ὑπὸ φόβον καὶ ἁμαρτίας, τοὺς δὲ ὑπὸ τὴν πίστιν υἱοὺς καλῶν ἀπήνδρωσεν ὡς πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ νόμῳ νηπίων. Οὐκέτι γάρ, φησί, δοῦλος εἶ, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ. Τί οὖν ἐνδεῖ τῷ υἱῷ 1.6.34.2 μετὰ τὴν κληρονομίαν; Χάριεν τοίνυν οὕτως ἐξηγήσασθαι τὸ ὅτε ἤμην νήπιος, τουτέστιν ὅτε ἤμην Ἰουδαῖος, Ἑβραῖος γὰρ ἄνωθεν ἦν, ὡς νήπιος ἐφρόνουν, ἐπειδὴ εἱπόμην τῷ νόμῳ· ἐπὶ δὲ γέγονα ἀνήρ, οὐκέτι τὰ τοῦ νηπίου, τουτέστι τὰ τοῦ νόμου, ἀλλὰ τὰ τοῦ ἀνδρὸς φρονῶ,