Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος δέ, ὃν ἔρριψεν ἐξ Ὀλύμπου Ζεὺς "βηλοῦ ἀπὸ θεσπεσίοιο", ἐν Λήμνῳ καταπεσὼν ἐχάλκευε, πηρωθεὶς τὼ πόδε, "ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί." 2.30.1 Ἔχεις καὶ ἰατρόν, οὐχὶ χαλκέα μόνον ἐν θεοῖς· ὁ δὲ ἰατρὸς φιλάργυρος ἦν, Ἀσκληπιὸς ὄνομα αὐτῷ. Καί σοι τὸν σὸν παραθήσομαι ποιητήν, τὸν Βοιώτιον Πίνδαρον· ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς· χερσὶ δ' ἄρα Κρονίων ῥίψας δι' ἀμφοῖν ἀμπνοὰς στέρνων [καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον. 2.30.2 Καὶ Εὐριπίδης· Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα. Οὗτος μὲν οὖν κεῖται κεραυνωθεὶς ἐν τοῖς Κυνοσουρίδος 2.30.3 ὁρίοις. Φιλόχορος δὲ ἐν Τήνῳ Ποσειδῶνά φησι τιμᾶσθαι ἰατρόν, Κρόνῳ δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν 2.30.4 τεθάφθαι. Πατροκλῆς τε ὁ Θούριος καὶ Σοφοκλῆς ὁ νεώτερος ἐν τρισὶ τραγῳδίαις ἱστορεῖτον τοῖν ∆ιοσκούροιν πέρι· ἀνθρώπω τινὲ τούτω τὼ ∆ιοσκούρω ἐπικήρω ἐγενέσθην, εἴ τῳ ἱκανὸς πιστώσασθαι Ὅμηρος τὸ λελεγμένον· τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ. 2.30.5 Προσίτω δὲ καὶ ὁ τὰ Κυπριακὰ ποιήματα γράψας· Κάστωρ μὲν θνητός, θανάτου δέ οἱ αἶσα πέπρωται· αὐτὰρ ὅ γ' ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος. 2.30.6 Τοῦτο μὲν ποιητικῶς ἐψεύσατο· Ὅμηρος δὲ ἀξιοπιστότερος αὐτοῦ εἰπὼν περὶ ἀμφοῖν τοῖν ∆ιοσκούροιν, πρὸς δὲ καὶ τὸν Ἡρακλέα "εἴδωλον" ἐλέγξας· "φῶτα" γὰρ "Ἡρακλῆα2.30.7, μεγάλων ἐπιίστορα ἔργων". Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν· ∆ικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα. Οὗτος οὖν ὁ Ἡρακλῆς δύο πρὸς τοῖς πεντήκοντα ἔτη βεβιωκὼς κατέσ τρεψε τὸν βίον διὰ τῆς ἐν Οἴτῃ πυρᾶς κεκηδευμένος. 2.31.1 Τὰς δὲ Μούσας, ἃς Ἀλκμὰν ∆ιὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειά ζουσιν καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμε νίζουσιν αὐταῖς, Μυσὰς οὔσας θεραπαινίδας ταύτας ἐώνηται 2.31.2 Μεγακλὼ ἡ θυγάτηρ ἡ Μάκαρος. Ὁ δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγα νάκτει δὲ ἡ Μεγακλὼ ὑπὲρ τῆς μητρός· τί δ' οὐκ ἔμελλε; Καὶ Μυσὰς θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ Μοίσας κατὰ τὴν διάλεκτον τὴν Αἰολέων. 2.31.3 Ταύτας ἐδιδάξατο ᾄδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς. Αἳ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς 2.31.4 ὀργῆς. Οὗ δὴ χάριν ἡ Μεγακλὼ χαριστήριον αὐτὰς ὑπὲρ τῆς μητρὸς ἀνέθηκε χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά. Καὶ αἱ μὲν Μοῦσαι τοιαίδε· ἡ δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ. 2.32.1 Ἀκούετε δὴ οὖν τῶν παρ' ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ' αὖ καὶ δάκρυα καὶ πάθη καὶ 2.32.2 μαχλώσας ἡδονάς. Κάλει μοι τὸν Ποσειδῶ καὶ τὸν χορὸν τῶν διεφθαρμένων ὑπ' αὐτοῦ, τὴν Ἀμφιτρίτην, τὴν Ἀμυμώνην, τὴν Ἀλόπην, τὴν Μελανίππην, τὴν Ἀλκυόνην, τὴν Ἱπποθόην, τὴν Χιόνην, τὰς ἄλλας τὰς μυρίας· ἐν αἷς δὴ καὶ τοσαύταις οὔσαις ἔτι τοῦ Ποσειδῶνος ὑμῶν ἐστενοχω 2.32.3 ρεῖτο τὰ πάθη. Κάλει μοι καὶ τὸν Ἀπόλλω· Φοῖβός ἐστιν οὗτος καὶ μάντις ἁγνὸς καὶ σύμβουλος ἀγαθός· ἀλλ' οὐ ταῦτα ἡ Στερόπη λέγει οὐδὲ ἡ Αἴθουσα οὐδὲ ἡ Ἀρσινόη οὐδὲ ἡ Ζευξίππη οὐδὲ ἡ Προθόη οὐδὲ ἡ Μάρπησσα οὐδὲ ἡ Ὑψιπύλη· ∆άφνη γὰρ ἐξέφυγε μόνη καὶ τὸν μάντιν καὶ 2.32.4 τὴν φθοράν. Αὐτός τε ὁ Ζεὺς ἐπὶ πᾶσιν ἡκέτω, ὁ "πατὴρ" καθ' ὑμᾶς "ἀνδρῶν