11
λγ. Ὅπως χρὴ τιμᾶσθαι τοὺς ἱερεῖς καὶ σεπτοὺς ἡγεῖσθαι, πνευμα τικοὺς ὄντας γονεῖς. λδ. Ὅτι ἀρχόντων καὶ βασιλέων εἰσὶ κρείττους οἱ ἱερεῖς. λε. Ὅτι παρακελεύονται οἱ νόμοι καρποφορεῖν, ὡσαύτως καὶ τὸ Eὐαγγέλιον. λς. Ὑπόμνησις τῶν δέκα τοῦ Θεοῦ λογίων καὶ ὅπως αὐτὰ ἐνταῦθα διαγορεύουσι. ιζ. Περὶ κατηγόρων καὶ συκοφαντῶν καὶ ὅπως χρὴ μὴ προχείρως πιστεύειν ἢ ἀπιστεῖν τούτοις τὸν κριτήν, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως. λη. Ὅτι χρὴ τοὺς ἁμαρτάνοντας ἰδιαζόντως ἐξελέγχειν καὶ τοὺς μετανοοῦντας προσδέχεσθαι, κατὰ τὴν τοῦ Κυρίου διάταξιν. λθ. Παραδείγματα περὶ μετανοίας. μ. Ὅτι οὐ χρὴ ἐχθρωδῶς διακεῖσθαι περὶ τὸν ἅπαξ ἢ δεύτερον ἁμαρτάνοντα. μα. Ὅπως δεῖ προσίεσθαι τὸν μετανοοῦντα καὶ ὅπως διαγίνεσθαι πρὸς ἁμαρτάνοντας καὶ πότε ἐκκόπτειν τῆς ἐκκλησίας. μβ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν κριτήν. μγ. Ὅπως χρὴ τοὺς συκοφάντας τιμωρεῖσθαι. μδ. Ὅτι χρὴ τὸν διάκονον ἐπικουφίζειν τὸ βάρος τῶν ἐπισκόπων καὶ διευθύνειν τὰ κουφότερα. με. Ὅτι μὴ προσῆκον χριστιανοῖς ἀντιλογίαι καὶ διαπληκτισμοί. μς. Ὅτι οὐ χρὴ τοὺς πιστοὺς ἐπὶ τῶν ἀπίστων δικάζεσθαι, οὔτε μὴν ἐξ αὐτῶν τινα καλεῖν εἰς μαρτυρίαν τὴν κατὰ Χριστιανῶν. μζ. Ὅτι χρὴ ἐν δευτέρᾳ σαββάτων ποιεῖσθαι τὰς δίκας. μη. Ὅτι μὴ χρὴ τὴν αὐτὴν ἐπάγειν τιμωρίαν ἐπὶ πάσης πλημμελείας, ἀλλὰ διάφορον πρὸς τὸ διάφορον τοῦ ἁμαρτάνοντος. μθ. Ὁποίους εἶναι χρὴ τοὺς κατηγόρους ἢ τοὺς μάρτυρας. ν. Ὅτι ἐγχωρεῖ τινὰ καὶ ἐκ προτέρων κακῶν μὴ ἀπιστεῖσθαι τὰ δεύτερα. να. Ὅτι οὐ χρὴ μονομερεῖς τὰς κρίσεις ποιεῖσθαι. νβ. Παράδειγμα τοῦ δικαίου κρίματος ἡ τῶν ἔξωθεν δικαστῶν περὶ τὰς ἀποφάσεις ἀσφάλεια. νγ. Ὅτι μὴ χρὴ κατ' ἀλλήλων ἔχειν τοὺς πιστούς. νδ. Ὅτι χρὴ τοὺς ἐπισκόπους τὰ περὶ εἰρήνης διὰ τοῦ διακόνου ὑπομιμνήσκειν τῷ λαῷ. νε. Ἀπαρίθμησις διαφόρου προνοίας, καὶ ὅπως ἐξ ἀρχῆς καθ' ἑκάστην γενεὰν ἐκάλεσεν ὁ Θεὸς εἰς μετάνοιαν ἅπαντας. νς. Ὅτι θέλημα τοῦ Θεοῦ ὁμόφρονας εἶναι τοὺς ἀνθρώπους περὶ τὴν εὐσέβειαν, παραπλησίως ταῖς ἐν οὐρανῷ δυνάμεσι. νζ. ∆ιατύπωσις ἐκκλησίας καὶ κλήρου, καὶ τί ἕκαστος ἐπιτελεῖν ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἢ λαϊκῶν ἐν τῇ συνάξει. νη. Περὶ συστατικῶν καὶ ὡς οὐ χρὴ ἀδιαφορεῖν.