De sancta trinitate DE SACROSANCTA TRINITATE  LIBER  

 Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως,

 ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ 77.1125 κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑπολη

 ΚΕΦΑΛ. Εʹ.

 τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσει

 Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ

 ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κ

 Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ' ἐκεῖθεν ἡμῖ

 δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πν

 ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, 77.1144 μία ἐξουσία, μ

 ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ

 μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. ∆εξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλ

 Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τ

 προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται. Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀ

 ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον

 θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶ

 θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ

 ΚΕΦΑΛ. ΚΒʹ.

 συνανεστράφη· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ· καὶ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·

 Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακτ

 συντελείας τοῦ αἰῶνος· καὶ τὰ τοιαῦτα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ' ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, Ἐκράτησαν αὐτοῦ τοὺς πόδας· καὶ τὸ, Κἀκεῖ με ὄψονται· κ

 ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν

ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ Πνεύματος.

ΚΕΦΑΛ. ΙΑʹ.

Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων, οὐ τί κατ' οὐσίαν σημαίνειν οἴεσθαι, ἄλλ' ἢ τί οὐκ ἔστι δηλοῦν, ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἢ ἐνέργειαν, ἢ αὐτοῦ τοῦ εἶναι παραστατικόν· δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ τοῦ Θεοῦ ὀνομάτων εἶναι, τὸ ὄν [ἴσ. ὁ ὤν]. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὸν ἔχει τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἅπειρον καὶ ἀόριστον. ∆εύτερον δὲ, τὸ Θεὸς ὄνομα, ὃ σημαίνει μὲν καὶ τὸ ποιητικὸν (θεῖναι γὰρ τὸ ποιῆσαι· καὶ θεὶς, ὁ ποιήσας), ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενομένων, ὡς ὑπ' ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός. Ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἔννοιαν, ἄχρονον (ἤτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα), καὶ ἐν τῷ προορισθέντι καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι, καὶ οὐ τοῦ τί εἶναι· τὸ δὲ δεύτερον, ἐνεργείας. Τὸ δὲ ἄναρχον, καὶ ἄκτιστον, καὶ ἀσώματον, καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ· τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα, τῇ μὲν θείᾳ φύσει παρέπονται, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῦσι. Τὸ δὲ Κύριος, βασιλεὺς, δεσπότης, καὶ τὰ τοιαῦτα, σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῦσι· τῶν γὰρ κυριευομένων καὶ βασιλευομένων λέγεται Κύριος καὶ Βασιλεύς.

ΚΕΦΑΛ. ΙΒʹ.

Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρὴ, ὡς ἀνθρώπους ὄντας ἡμᾶς, καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους, τὰς θείας καὶ ὑψηλὰς 77.1148 καὶ ἀΰλους τῆς Θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ' ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς μὲν λέγονται· ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν. Ἁπλοῦν γὰρ τὸ Θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν, τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν, καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν, ἀπὸ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσιν καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν, τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως. Καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις, διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα, γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν, τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν, τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν. Καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως, τὴν τῆς φύσεως ἀναπληροῦμεν ἀναγκαίαν ὄρεξιν. Ὄσφρησιν δὲ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας, ἐκ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ, τὴν δι' ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν, ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ, τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ. Καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ 11