Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
τοσαύταις ἐγγυ μνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶ νας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσ βολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ' ἡμῶν ἐξαρ τύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς γὰρ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁ ∆αβὶδ γίνεται, εἰ 69.749 εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. (A f. 41) Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας ἑαυτῷ ὁ ∆αβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέ σει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ' αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ' ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι' αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Καὶ δῆλον ἀφ' ὧν ἐπάγει· λέγει γάρ· "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά." Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός. (E i. 12) Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. (A f. 42 b) Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λό γος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκά λει λέγων· "Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσα λώμ;"), ἀλλ' ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆ ναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περά των τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀν θρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτή ριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔ χοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου. Τούτων κατεξανέστη Χριστός. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά γματι, ᾧ ἐνετείλω. (A f. 43 b) Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο· καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ' οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπι σκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι' οὗ καὶ αὐτὸν ἐγνώ καμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμέ νης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ ἐπηγγείλω ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι. 69.752 Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. (L f. 44) Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀνα φοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν; Ἡμῖν ἐγ καινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. Κύριος κρινεῖ λαούς. (A f. 44) Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανὸν, τῆς κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφό ρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. Κρῖνόν με,