1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

11

ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασι δεῖν εὔξασθαι.» καὶ ταῦτα νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται ὁ μηδὲν μαθεῖν παρ' Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ' αὐτοῖς σοφίαν πρὸς τοῦ συγγραφέως μεμαρτυρημένος. τί δῆτα οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι καὶ γνήσιον καὶ μόνον ἑταῖρον ∆άμιν κοινωνὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; τί δ' οὐχὶ καὶ δι' ἡμέρας τοῦτο ποιεῖν ἐξῆν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ καὶ μόνον; τί δὲ καὶ 393 ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; «ἀπῆλθε γάρ» φησι «ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.» δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ' ἂν ἴσως ὁ τῆς ὥρας ἐπιτήδειος εἰς περιέργους ὁμιλίας καιρός, ἀλλ' οὐχ ἡρωίδι ψυχῇ, ἣν τῆς παχείας τοῦ σώματος ἐλευθερωθεῖσαν ὕλης ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών. ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος καὶ φθονερὸς τὸν τρόπον ὀργίλος τε καὶ ταπεινὸς τὴν διάθεσιν ὑποτετύπωται. ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀντισθένην μειράκιόν τι σπουδαῖον ὡς ἂν δὴ φιλοσόφῳ συνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον ἀπείργων; προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν συνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας ἐπιλέγων τὴν αἰτίαν· «Πριαμίδης τε γάρ» φησιν «ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.» πῶς δὲ οὐκ ὀργίλος καὶ ταπεινὸς ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμενος καὶ Τρωσίν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν εἰς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος καὶ ταῦτα θύουσι καὶ συνεχῶς σπενδομένοις, ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον αὐτῷ ἀγάλματι φαύλως ἐρριμμένῳ ἀναλαβεῖν ἐγκελευόμενος; τὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς (ἂν) δέοιτο τοῦ λόγου διατριβῆς εἰς ἔνδειξιν τῆς τοῦ γράφοντος εὐχερείας· δαίμονας γὰρ ἀπελαύνει ἄλλῳ ἄλλον, ᾗ φασι, δαίμονι, τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δὲ ἐπιπλάστως εἰς γυναικείαν μορφὴν σχηματιζόμενον, τουτονὶ δὲ τὸν δαίμονα ἔμπουσαν καὶ λάμιαν αὐτοῖς ὀνόμασιν ὁ σοφώτατος ἀποκαλεῖ. τό γε μὴν ἐπὶ τῆς Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅ τι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζῳὴν ἤγαγεν, ἀπιστότατον καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ παραιτητέον. ἐν 394 δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθήρ τις ψυχῆς ἐνυπάρχων τῇ παιδὶ τοὺς θεραπεύοντας ἐλελήθει. λέγεσθαι γάρ φησιν, «ὡς ψακάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου.» καὶ γὰρ δὴ εἰ ἀληθῶς αὐτῷ τοιόνδε ἐπ' αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον καὶ τοὺς μετ' αὐτὸν ὑπάρχους ἅπαντας, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην ἐγχωριάζοντα κατ' ἐκεῖνο καιροῦ καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ εἰς ὕστερον τὴν κατ' αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ' αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. καὶ τὰ μὲν ἐν μέρει καὶ κατ' εἶδος αὐτῷ πεπραγμένα τοσαῦτα, μυρία δὲ καὶ ἄλλα κατὰ πρόγνωσιν αὐτὸν λέγων προμαντεύσασθαί τε καὶ προειρηκέναι γράφει καὶ ὡς Ἀθήνησι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ἱερεὺς μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώμην καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξιόντι ᾠδὰς μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως ὁ φιλοσοφώτατος διὰ τὸν Νέρωνος φόβον προστάττει. Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῷ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς εἰπών τινα περὶ προγνώσεως αὐτοῦ καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς ἐπιλέγει ταῦτα κατὰ λέξιν «ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε καὶ ὅτι τοῖς γόητα ἡγουμένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δὲ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώ 395 πων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ' ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν