11
τὸ καὶ ὅρον τεθεῖσθαι τοῦ μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· τοῦτ' ἔστι τὰ ὑπὸ τοῦ Πατρὸς ἐπηγγελμένα τῷ Χριστῷ, φήσαντι τος πρὸς αὐτὸν, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ὅτε καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός· τηνικαῦτα γὰρ καὶ τῶν ἐθνῶν προσδοκία τῶν ἐπὶ τοῦ παρόντος εἰς αὐτὸν πεπιστευκότων καιρὸν ἕξει τὰς προσδοκηθείσας ἐπαγγελίας κομίσασθαι ἐν τῇ προσδοκωμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Καὶ ταῦτα μὲν ταύτῃ· τὰ δ' ἑξῆς ἀπὸ τοῦ, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, τῆς δι' ἀλληγορίας ὑπονοίας ἀρτη 28 μένα τοῖς φιλομαθέσι ζητεῖν καταλείψομεν, πλεονάσαντες καὶ ἐν τοῖς εἰρημένοις, οὐ κατὰ τὸν προτεθέντα μὲν σκοπὸν, ὅμως δ' ἐξ ἀνάγκης ὑπὲρ σαφοῦς διηγήσεως τῶν κατὰ τὸν τόπον. Ἀπὸ τῆς Ἐξόδου. -Θʹ. Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ. Καὶ μετ' ὀλίγα· καὶ ἦλθον εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρός. Καὶ μέθ' ἕτερα· ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων. Καὶ αὖθις· εἶπεν δὲ κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ μετὰ πλεῖστα· ἐλάλησεν δὲ ὁ Θεὸς πρὸς Μωσῆν· καὶ εἶπεν πρὸς αὐτόν· Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς, καὶ τὰ ἑξῆς. Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ ὁ Κύριος ἀλλ' ὁ ἄγγελος ὦφθαι τῷ Μωσεῖ ἀναγέγραπται, δι' οὗ καὶ ὁ Κύριος ὥσπερ δι' ἑρμηνέως χρηματίζων διδάσκει, ὅτι μὴ εἴη ὑποβεβηκυῖά τις δύναμις ἡ χρηματίζουσα, ἀλλ' αὐτὸς ὁ ὤν. Σαφέστερον δὲ τίς ἐστιν ὁ ὢν παριστᾷ ἐν τῷ φησὶν Ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶἸακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομα μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· σοὶ μὲν τὸ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημὶ Ἐγὼ Κύριος· τοῖς δὲ σοῖς πατράσιν τὸ μὲν ὄνομά μου οὐκ ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώσεως ἐτύγχανον ὄντες· αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ 29 δι' ἐαυτοῦ ἐμαυτοῦ τὴν διαθήκην μου πρὸς αὐτοὺς ἔστησα. Πρόδηλον δὲ ἐκ τῶν προαποδεδομένων τίς ἦν ὁ τοῖς πατράσιν ὀφθείς· τοῦτον γὰρ ἐξεταζόμενος τὸν τρόπον ὁ λόγος πρὸς τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς καὶ νῦν ἐπιφαίνεται, ἀλλ' οὐχ ὁμοίως γε τοῖς προπάτορσιν· ἐκείνοις γὰρ ἅτε μείζοσι καὶ τελειοτέροις αὐτὸς ὤφθη, καὶ δι' ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ πρὸς αὐτοὺς ἔστησεν· ἐπὶ δὲ τοῦ Μωσέως ὤφθη μὲν οὐχ ὁ Κύριος, ἀλλ' ὁ ἄγγελος· ἐκάλεσε δὲ αὐτὸν οὐκέτι ὁ ἄγγελος, ἀλλ' ὁ Κύριος· Κύριος μὲν γὰρ ἦν ὁ διαταττόμενος, ἄγγελος δὲ ὁ τοὺς θείους λόγους διακονούμενος· ὅθεν εἰ καί τι ἄλλο θαυμασίως ἐκπεφώνηται τῷ ἱερῷ ἀποστόλῳ, καὶ τὸ, ὁ μόνος διαταγῆς γεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ τὸ, εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Σαφῶς γοὖν ἄγγελος εἰσῆκται καὶ ὁ Κύριος δι' αὐτοῦ χρηματίζων· καὶ οὐδὲ ἅπαξ ἂν εὕροις δι' ὅλης τῆς νομοθεσίας τὴν γραφὴν σημειουμένην ὡς ὅτι δὴ ὤφθη ὁ Θεὸς ἢ ὁ Κύριος τῷ Μωσεῖ, ὅπερ ἐπὶ μόνων τῶν τριῶν πατριαρχῶν εἰρημένον ἐμφαίνεται· ὡς ἐκ τούτων σαφὲς εἶναι, τὴν πᾶσαν νομοθεσίαν τοῖς κατὰ τὸν τότε λαὸν, οἷα δὴ νηπίοις τὰς ψυχὰς καὶ εἰσαγομένοις, διδομένην ὥσπερ διὰ παιδαγωγῶν καὶ οἰκονόμων παραδεδόσθαι, τυπικῶς τε αὐτοῖς καὶ εἰκονικῶς τὰ θεῖα διὰ συμβόλων ᾐνίχθαι, τῷ μὴ τὴν μυστικωτέραν καὶ πνευματικὴν οἷόν τε αὐτοὺς ἐπιδέξασθαι διδασκαλίαν, ἅτε γοὖν παισὶ τρόποις Αἰγυπτίοις ἐκδιῃτημένοις, καὶ πολλῆς ἔτι χρῄζουσιν ἐπιστρεφείας, πῦρ εἶναι ὁ Θεὸς, κατὰ τὸ, ὁ Θεὸς ἡμῶν πῦρ κατανα 30 λίσκον, ὅπερ οὐδαμῶς ἐπὶ τῶν πατριαρχῶν εἴρηται. Ἀλλὰ καὶ ὅτε προστάττει ἁγνίσασθαι αὐτοὺς ὅπως ἴδωσι τὴν δόξαν Κυρίου, οὐχ ὥσπερ ἐπὶ τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἁπλῶς εἴρηται ὅτι ὤφθη αὐτοῖς ὁ Θεὸς, μετὰ