1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

11

προυβάλλετο καὶ σεβαστοκράτορας, μεγάλους δομεστίκους καὶ πρωτοβεστιαρίους καὶ τὴν λοιπὴν πᾶσιν τάξιν βασι λικήν. ἀφυῶς δὲ ἔχων περὶ τοὺς τῆς βασιλείας θεσμοὺς Βουλγαρικώτερον αὐτοῖς προσεφέρετο. οὗτος οὐ μικρῶς τῷ βασιλεῖ ἀντεφέρετο Ἰωάννῃ. ὁ μὲν γὰρ ἠξίου αὐτὸν τῶν δευτερείων μετέχειν τῆς βασιλείας καὶ τῆς χώρας ἐγκρατῆ εἶναι, ὁ δὲ ἀντέβαινε στερεώτερον.

22 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἄρτι τῶν σκήπτρων ἐπειλημμένος καὶ ἐν στενῷ κομιδῆ οὖσαν τὴν τῶν Ῥωμαίων τεθεαμένος ἀρχήν, μάχην ποιεῖται μετὰ τῶν Ἰταλῶν. καὶ συνάγεται στράτευμα Λατινικὸν ἀξιόμαχον, οὗ καὶ πρου μάχοντο οἱ τοῦ βασιλέως Θεοδώρου αὐτάδελφοι, οἱ σεβαστο κράτορες Ἀλέξιός τε καὶ Ἰσαάκιος. οὗτοι γὰρ ἅμα τῷ τὸν ἀδελφὸν αὐτῶν βασιλέα θανεῖν τὴν θυγατέρα αὐτοῦ Εὐδο κίαν λαβόντες ἀποδρᾶναι πρὸς τὴν Κωνσταντινούπολιν ἐβουλεύσαντο. ἀλλὰ τοῦ μὲν σκοποῦ ἥμαρτον, ἐκεῖνοι δὲ δραπέται ᾤχοντο. τῆς μάχης οὖν συρραγείσης ἐν τοῖς μέρεσι τοῦ Ποιμανηνοῦ, ὅπου καὶ ὁ ναὸς τοῦ ἀρχιστρατή γου τῶν ἄνω δυνάμεων ἐγκαθίδρυται Μιχαήλ, νικᾷ κατὰ κράτος ὁ βασιλεύς. ὁ γὰρ βασιλεὺς δόρατος ἥψατο καὶ πολέμιον ἔβαλλε καὶ ἀνδρεῖον ἐν ἐκείνῳ τῷ πολέμῳ τὸ φρόνημα ἐνεδείξατο, οὐδὲ τοῖς πρὸ τοῦ ἀγνοούμενον. ἡ τοιαύτη νίκη εἰς μεγίστην αὔξησιν ἐγεγόνει τῆς τῶν Ῥω μαίων ἀρχῆς, τῶν Ἰταλῶν δὲ συστολὴν καὶ κατάπτωσιν. τοὺς μὲν γὰρ ζωγρίας τοὺς κρείττους αὐτῶν ἐν τῷ τοιούτῳ πολέμῳ ὁ βασιλεὺς κατέσχεν, ἀλλὰ δὴ καὶ τοὺς αὐταδέλ φους Λασκαρίους, οὓς ἀποτυφλοῖ ἐν αἰτίαις εὑρών. ἄλλοι δὲ ξίφους ἔργον ἐγένοντο· μέρος δὲ Ἰταλῶν τὸ Σερρῶν κάστρον πολιορκοῦν ὑπὸ τοῦ Κομνηνοῦ Θεοδώρου δεσπο ζόμενον, ὡς ἔγνω τὴν ἥτταν ταύτην, ἀπέδρα. ἐντεῦθεν τὰ τῶν Ἰταλῶν ἐστενοῦντο. ὁ δὲ βασιλεὺς Ἰωάννης τὰ ὑπὸ ἐκείνων κρατούμενα τῶν Ῥωμαίων ἐπολιόρκει φρούρια, καὶ ἥλισκε ταῦτα. ὃς χρονιωτέρας ἐποίει τὰς πολιορκίας· οὐ γὰρ ἔαρι ἢ θέρει τε καὶ μετοπώρῳ, ἀλλ' ἐν μέσῳ χειμῶνος τὰς ἐφόδους ἐποιεῖτο, ἑλεπόλεις συνίστα καὶ τὰς ἐπάλξεις κατέβαλεν. ἀποκάμνοντες οἱ ἐντὸς τὰ μὲν προυδίδουν, ὅρ κοις τὴν ζωὴν ἐξωνούμενοι, ἐκ δὲ τῶν ἔπιπτον μάχῃ καὶ καθείργνυντο. ἑάλω γοῦν Ποιμανηνὸν Λεντιανὰ Χαρίορος Βερβενίακον. ὁ γοῦν βασιλεὺς Ἰωάννης τριήρεις τε κατεσκεύασε καὶ περὶ τὸν Ἑλλήσποντον ταύτας ἔστησε, καὶ ἦν πολλὰ παρέχων Λατίνοις πράγματα, κατὰ δύσιν ὁρμώμενος καὶ λείαν τὰ ἐκείνων ποιούμενος, πορθῶν τε τὸ τῶν Μαδύτων ἄστυ καὶ τὴν Καλλιούπολιν καὶ τὰ παραιγιάλια πάντα τοῖς Ἰταλοῖς ὑπόφορα ὄντα.

23 Ἐν τουτοισὶ δὲ ὄντος τοῦ βασιλέως Ἰωάννου καὶ ἀκρατῶς μαχομένου τοῖς Ἰταλοῖς κατά τε χέρσον καὶ θάλατ ταν, σκευωρεῖται τούτῳ ἐπιβουλή. ὁ δὲ ταῦτα συστησάμε νος πρωτεξάδελφος τοῦ βασιλέως ὁ Νεστόγγος Ἀνδρόνικος, ἔχων συνεργὸν εἰς τοῦτο τὸν ἀδελφὸν Ἰσαάκιον καὶ ἑτέρους τῶν ἐπιφανῶν οὐκ ὀλίγους. ἐγένετο δὲ ἡ ἐπιβουλὴ πολυή μερος. ἐν τῇ Λαμψάκῳ δὲ διάγων ὁ βασιλεὺς μανθάνει τοῦτο. πυρὶ γοῦν τὰς τριήρεις καταναλώσας, ἵνα μὴ τοῖς Ἰταλοῖς ὑπὸ χεῖρα γένοιντο, καὶ προυργιαίτερον τὸν ἔσωθεν πόλεμον κρίνας τοῦ ἔξωθεν, ἀπάρας ἐκεῖθεν περὶ τὴν Ἀχυ ράους ἀφίκετο, κἀκεῖσε τὴν ἐξέτασιν τῆς ἐπιβουλῆς ἐποιή σατο. καὶ ἦσαν οἱ συνωμόται πάντες ταῖς δίκαις ὑπεύ θυνοι. ἀλλ' ὁ βασιλεὺς φιλανθρωπότερον τοῖς νόμοις ἐχρήσατο, καὶ τὸν μὲν Νεστόγγον Ἰσαάκιον τυφλώσει κατα δικάζει καὶ χειροκοπήσει, ὡσαύτως καὶ τὸν Μακρηνόν· ἐξελέλεγκτο γὰρ ὡς πολλάκις ἐφώρμησε κατὰ νώτου τυγχά νων τοῦ βασιλέως ἐφελκύσαι τὴν σπάθην καὶ καταρράξαι καιρίαν. καὶ ἄλλους δέ τινας μικραῖς ποιναῖς καθυπέβαλεν, τοὺς δὲ πλείους ἀφῆκεν, εἱρκταῖς μέχρι τινὸς περικλείσας. καὶ αὐτὸν δὴ τὸν πρωτουργὸν τῆς ἐπιβουλῆς καὶ τῆς βασι λείας ἐφιέμενον ἐν τῷ φρουρίῳ τῆς Μαγνησίας συνέκλεισεν· ὃς καὶ ὕστερον ἀπέδρα περὶ Μουσουλμάνους καὶ ἦν ἐκεῖ μέχρι τῆς αὐτοῦ τελευτῆς. ἐντεῦθεν ὁ βασιλεὺς προσεκτικώ τερον ἐχρᾶτο τοῖς πράγμασι φύλακάς τε περὶ αὐτὸν