κατὰ συγκοπὴν γειτνιῶ. 9Γειγάντεια9: Ἡ πραγματεῖα, ὡς ἡ Ὀδύσσεια καὶ ∆ολώ- νεια, διὰ τῆς ει διφθόγγου· καὶ προπαροξύνεται. 9Γένειον9: Τὸ νει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος οὐδε τέρων δισυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δάνος, δάνειον· οὕτως, καὶ γένος, γένειον, ὁ τόπος τῶν τριχῶν· γένεια δὲ αὗται αἱ τρίχες. 9Γάδειρα9: Τὸ δει δίφθογγος· ἀπὸ γὰρ τοῦ γῆ καὶ τὸ δειρὰ, τοῦ σημαίνοντος τὴν ἐξοχὴν, γέγονε Γάδειρα· οἱονεὶ γῆς δειρά· τὰ γὰρ Γάδειρα ἀρχὴ τῆς γῆς. 9Γεῖσα9: Πληθυντικὸν οὐδέτερον· οἷον, τὰ γεῖσα· καὶ σημαί νει πᾶν ἐξέχον· ἀπὸ γὰρ τῆς γέα γέγονεν γέϊ, καὶ γεῖσα. 9Γραφεῖον9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον, καὶ ἀγγεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν, διὰ διφθόγγου τῆς ει καὶ αὐτὸ, οὕτω καὶ ἀπὸ τοῦ γράφω γίνε ται γραφεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν γραφείδιον. 9Γραμματεῖον9: ∆ιὰ τῆς ει διφθόγγου· τοῦτο δὲ σημαίνει τὴν μικρὰν δέλτον· γράφεται δὲ, διὰ τῆς ει διφθόγγου τῷ κα νόνι τοῦ γραφεῖον, καὶ διὰ τὸ εἶναι οὐδέτερον. 9Γραμμάτιον9: Τὸ σημαῖνον τὸ μικρὸν γράμμα· διὰ τοῦ ι γράφεται, ὡς ὀψάριον ὀψαρίδιον, καὶ τὰ ὅμοια. 9Γλυκείδιον9: ∆ιὰ τῆς ει διφθόγγου τὸ κει· ἀπὸ γὰρ τοῦ γλυκέος γενικῆς, γίνεται γλυκείδιον, ὡς παρὰ τὸ πράξεως, πραξείδιον, καὶ λέξεως, λεξείδιον. 9Γίγαρτα9: ι· ἐν συστολῇ γὰρ εὕρηται. 9Γέγειοσ9: Σημαίνει δὲ τὸν ἀρχαῖον, διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ γέα γέγονεν γέειος, διὰ τῆς ει διφθόγ γου, καὶ κατὰ πλεονασμὸν τοῦ γ, γέγειος. 9Γυναίκιον9: ι τὸ ὑποκοριστικὸν, καὶ προπαροξύνεται· τὸ δὲ 190 κτητικὸν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ προπερισπᾶται. 9Γείνωντασ9: Τὸ γεννήσωσιν, δίφθογγος. 9Γωνιώδησ9: ∆ιὰ τοῦ ω μεγάλου· τὰ δύο παρώνυμα γὰρ ταῦτα ἐπιθετικὰ, καὶ τὰ ὅμοια, τὰ διὰ τοῦ ωδης, διὰ τοῦ ω με γάλου γράφεται. 9Γναφεῖα9:
∆ίφθογγος· τὰ γὰρ παρασχηματισμένα τῶν εἰς ευς ἀρσενικῶν διὰ τῆς ει
διφθόγγου γράφεται, καὶ προπαροξύνε ται· οἷον, ἱερεύς· ἱέρειον κοινῶς· τὸ γὰρ παροξύτονον ἴδιον Ἀτ τικῶν· βασιλεύς, βασίλεια ἐπιθετικά· πανδοκεὺς, πανδόκεια, λέγεται δὲ καὶ πανδοκεύτρια· κεραμεὺς, κεράμεια. 9Γραμματείδιον9: Εἰ δίφθογγος ἡ τρίτη συλλαβὴ, ὅτε ἀπὸ τοῦ γραμματεῖον· τὸ δὲ ἀπὸ τοῦ γράμματος ὑποκοριστικὸν διὰ τοῦ ι. 9Γελοῖον9: Τὰ διὰ τοῦ υιον οὐδέτερα προπερισπώμενα διὰ τῆς οιον διὰ διφθόγγου γράφεται· οἷον, γελοῖον· αἰδοῖον· ἀλ λοῖον· ὁμοῖον· παρὰ δὲ Ἀττικοῖς ὅμοιον. 9Γερακτος· Γάλλιοι9: Ἀπόκοποι, ἤγουν εὐνοῦχοι.
9∆ίνη9: Τὸ δι ι· σημαίνει δὲ τὴν συστροφήν· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ
γενόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφει τὴν ει δίφθογγον· χωρὶς τοῦ πείνη, ὅπερ ἀπὸ τοῦ πεῖνα γέγονεν· παραδείγματα δὲ ταῦτα· Ἀδρηστίνη· Ὠκεανίνη· εἰλα-πίνη· μιρσυωνη· οὕτως οὖν καὶ δίνη διὰ τοῦ ι· ἐπειδὴ καὶ οἱ Αἰολεῖς δίννας λέγουσι, καὶ οὐχὶ δέννας. 9∆ίνω9: Τὸ συστρέφω, ὁμοίως διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς δίννω λέγουσιν. 9∆είνω9 καὶ 9∆εινοποιῶ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δεινὸς ὀξυτόνου γέγονεν· τὸ δὲ δεινὸς ἀπὸ τοῦ δέος, δεινός. 9∆ίνοσ9: ∆ιὰ τοῦ ι, ἀρσενικῶς γὰρ λέγεται· τὰ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, σχῖνος· πρῖνος· οὗτως καὶ δῖ ρίου, καὶ συστροφὴν ὕδατος. 191 9∆ηρίω9: ∆ιὰ τοῦ ι τὸ ρι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλ λαβὰς βαρύτονα κλινόμενα εἰς μέλλοντα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, μητίω· κονίω· οὕτως οὖν καὶ δηρίω διὰ τοῦ ι. 9∆ριμύσ9: ι· Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλα βὴν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι, ἢ τὸ υ, διὰ τοῦ ι γράφεται. 9∆ωτίνη9: ω καὶ ι· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ ὄντα ἀπὸ ἐπιθέτων, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ὑσμίνη· Ἀδρηστίνη, οὕτως καὶ δωτίνη· τὸ δὲ δω μέγα· ἐπειδὴ ἐκ τῶν περισπωμένων ῥημάτων ἐστίν· σημαίνει δὲ τὴν δωρεάν·