ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
νουθετήσασα καὶ καταλείψασα εἰς τὴν ὑποταγὴν τῆς μητρός μου ἀδελφῆς, ἡ καὶ πρώτη εἰς ἀρετὴν καὶ ὑποταγὴν αὐτῆς ἦν, καὶ πάντα τὰ τοῦ κελλίου αὐτῶν ἐκείνης διοικούσης, εἶτα ὡς ἔνθους γενομένη ἐκά θητο, τοὺς μὲν ὀφθαλμοὺς ἔχουσα κεκλεισμένους, τὸ δὲ στόμα ἀεὶ κινοῦ σα πρὸς ὕμνους καὶ εὐχαριστίας πρὸς θεόν, μήτε τι προσλαμβάνουσα τρο φίμου ἢ ποτίμου, μήτε ὁμιλοῦσα τὸ τυχόν, ἄνευ τοῦ καθ' ἡμέραν ἐρχο μένου τοῦ ἱερέως εἰς τὸ μεταλαβεῖν αὐτὴν τῶν θείων μυστηρίων· τότε καὶ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴρουσα καὶ συγχώρη σιν αἰτοῦσα μετελάμβανεν. Ἀλλὰ καὶ τοῦ βασιλέως κυροῦ Ἰωάννου καὶ τῶν δεσποινῶν, καὶ ἄλλοτε πολλάκις εἰς ἐκείνην ἀπελθόντων, ἀλλὰ δὴ καὶ τότε διὰ τελευταίαν εὐχήν, καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν καὶ ἐκ κρίτων καὶ ἱερομονάχων καὶ μοναχῶν, ἀνένευε καὶ συγχώρησιν καὶ εὐ χὴν ἐχορήγει· καὶ οὕτως διαρκέσασα ἡμέρας ἑπτὰ πρὸς κύριον ἐξεδή μησεν. Καὶ ἐτάφη φιλοτίμως συνδραμόντων σχεδὸν πάντων ἱερέων καὶ ἱερομονάχων ἀκλήτως καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν. Καὶ ταῦτα μὲν οὕτως καὶ ἀληθῶς.
19.1 Ἐμοῦ δὲ κειμένου ἐν φυλακῇ ἡμέρας μʹ, ὡς ἦλθεν ἡ μνή μη τοῦ ἐλευθερωτοῦ τῶν αἰχμαλώτων, τοῦ μεγαλομάρτυρος δηλονότι Γεωργίου, ἐδεήθην αὐτοῦ, ὡς κἀγὼ Γεώργιος καὶ παιδιόθεν δοῦλος αὐ τοῦ· καὶ ἀφυπνισθεὶς ἔδοξέ μοι, ὅτι εὑρέθην εἰς τὸν περικαλλῆ ναὸν τὸν εἰς τὸ ὄνομα αὐτοῦ τῶν Μαγγάνων ἐπονομαζόμενον, εἰς τὴν φιάλην ἱστά μενος καὶ φορῶν καὶ τὰ σίδηρα. ∆ιερχομένου τοῦ βασιλέως, τάχα ἵνα εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας ἀπέλθῃ, ἐδεήθην αὐτοῦ, ἵνα με ἐλευθε ρώσουν ἀπὸ τὰ σίδηρα· καὶ ὁ μὲν βασιλεὺς διέβη ἐντὸς τῆς ἐκκλησίας, ἄρχων δέ τις νέος ἐπιστρέψας πρὸς ἐμὲ λέγει μοι· Ὥρισεν ὁ αὐθέντης ἡμῶν ὁ βασιλεύς, ἵνα σε ἐκβάλουν ἀπὸ τὰ σίδηρα· ἐζήτησέ το γὰρ καὶ ἡ κυρία ἡμῶν δέσποινα. 19.2 Καὶ περὶ τὴν αὐγὴν αὐτὴν τῆς νυκτὸς ἐν ὥρᾳ ἀσυνήθει, ἰδοὺ οἱ τοῦ κουλᾶ ἄρχοντες καὶ ἕτεροι μετὰ σιδηρικῶν καὶ ἐκβάλλουσί με ἅπαν τα τὰ σίδηρα· καὶ ἐξαιτιῶντας καὶ λέγουσιν, οὐχ ὅτι ἐχθρωδῶς ἔχουσι, καλῶς οὐδέν με τρέφουσιν, ἀλλ' ὅτι οὐκ ἔχουσιν. Καὶ μετὰ δύο ἡμέρας ἐλθόντες πάλιν ζητοῦσί με καὶ δέομαι τοῦ αὐθεντός μου διὰ γραφῆς, ὅτι νὰ ἐνδώσῃ νὰ ἐξέλθουν ἄρχοντες νὰ συντύχουν πρὸς συμβίβασιν, ὅπερ καὶ γέγονε. 19.3 Καὶ συμβιβασθέντες δεδώκασιν αὐτῷ τὸ Σαραβάλε οὕτως, ὅτι νὰ σηκωθῷ νὰ ἀπέλθῃ εἰς τὸ ὁσπήτιον αὐτοῦ τὴν Γλαρέντζαν· καὶ μέχρις ὅλου Μαΐου εἰ μὲν ἔλθῃ ὁ μητροπολίτης καὶ αὐθέντης αὐτῶν, ποιήσει ἐκεῖνος, ὡς θέλει, εἰ δ' οὖν, νὰ δώσωσιν τὸ κάστρον. Καὶ γεγονότων· ὅρκων καὶ παραλαβόντος καὶ τὸ Σαραβάλε, τῇ ε-ῃ Μαΐου ἐκαβαλλίκευ σε καὶ ἀπῆλθε μέχρι τῆς Σκλαβίτζας καὶ τοῦ Ῥιόλου τὰ ὅρια. 19.4 ∆ι' ἐμὲ δὲ ἐπαφῆκεν Ἰωάννην τὸν Ῥωσατᾶν, ἵνα με ἐπάρῃ· σω-ζομένου γὰρ τοῦ ἐλευθερωθῆναί με ἕξουσι τὸ βέβαιον τὰ πραχθέντα. Καὶ ἐλευθερωθεὶς ἡμιθνὴς δὲ μόλις ἀπέσωσα, ἔνθα καὶ ὁ αὐθέντης μου, ὃς ἰδών με μετὰ χαρᾶς ὅτι πολλῆς, καὶ λύπης, τὸ μὲν ὅτι ἤμην οὕτως ἡ μιθνής, τὸ δὲ ὅτι ἠλευθερώθην, καὶ ὁρίσας πολλοὺς λόγους πρὸς ἔπαι νον, καὶ παραμυθίαν μου, ὡς ἀπῆλθον εἰς τὴν κατούναν μου, ἔφερόν με εὐεργεσίαν αὐτοῦ ταμπάριον διπλὸν χαμουχᾶν πράσινον ἀπὸ τὴν Λούκκαν ἀξιόλογον, μετὰ καὶ πρασίνης τζόχας καὶ καλῆς ἐνδεδυμένον, σκούφιαν Θεσσαλονικαίαν μετὰ χρυσοκοκκίνου χασδίου ἐνδεδυμένην, καβάδι χρε μεζῆν χαμουχᾶν μετὰ βαρέου καταράχου ἐνδεδυμένον, κουρτζουβάκιν χα μουχᾶν χρυσὸν προύσινον καὶ φωτᾶν προύσινον καὶ σπαθὶν ἐγκεκοσμη μένον. 19.5 Ἐπὶ τὴν αὔριον ἀπελθόντες εἰς τὴν Γλαρέντζαν, ἰδοὺ καὶ ἄρχων τοῦ ἀμηρᾶ μετά τινας ὀλίγας ἡμέρας, λέγων ὅτι ἡ Πάτρα δίδει με χα ράτζι καὶ διαβαίνει ἰδική μου· σηκώθησαι οὖν ἀπ' αὐτῆς καὶ μηδὲν πο λιορκῇς αὐτήν· εἰ δ' οὖν, θέλομεν πέμψειν φωσάτον κατά σου. Ὁ δ' αὐθέντης μου πάλιν εἶπε πρὸς αὐτόν· Ἡμεῖς ἠκούσαμεν, ὅτι θέλουν νὰ δώσουν αὐτὴν τοὺς Καταλάνους· οὐδὲν οὖν ἐφάνη πρέπον ἐχθροὺς καὶ τοῦ ἀδελφοῦ μου τοῦ μεγάλου ἀμηρᾶ καὶ ἡμῶν νὰ τοὺς