11
σμῷ ἄπιστον. Τῷ ασοζʹ ἔτει ἐγέννησεν Ἐνὼχ τὸν Μαθουσάλα. Μαθουσάλα γενόμενος ρξζʹ ἐτῶν ἐγέννησε τὸν Λάμεχ. Τῷ αυνδʹ ἔτει τοῦ κόσμου, τινὰ δὲ τῶν ἀντιγράφων τῷ ρπζʹ ἔτει αὐτοῦ Μαθουσάλα φέρουσι τὴν γέννησιν Λάμεχ· οἷς καὶ ὁ Ἀφρικανὸς ἀκολουθήσας τῷ βσξβʹ ἔτει τοῦ κόσμου τὸν ἐπὶ Νῶε κατακλυσμὸν ἐστοιχείωσεν, ὅπερ οὐ δοκεῖ ἡμῖν ὑγιῶς ἔχειν. δοκεῖ δέ μοι ὁ Ἀφρικανὸς τῷ βσξβʹ ἔτει τοῦ κόσμου τὸν κατακλυσμὸν στοιχειῶσαι διὰ τὸ τοὺς Ϡξθʹ χρόνους τῆς ζωῆς Μαθουσάλα ἀρχομένους ἀπὸ τοῦ ασπζʹ ἔτους τοῦ κόσμου λήγειν εἰς τὸ βσν ςʹ ἔτος τοῦ κόσμου ἐντὸς τῶν βσξβʹ ἐτῶν. Ὁ δὲ Εὐσέβιος περὶ τοῦ Μαθουσάλα φησὶν ὅτι τοῦτον ὑπερβῆναι τὸν κατακλυσμὸν ὁ τῆς ζωῆς αὐτοῦ ἀριθμὸς παρίστησιν. εἴδομεν δέ τινα τῶν ἀντιγράφων ἔχειν· ἐπέζησε δὲ ἔτη ψπβʹ. κατὰ τόνδε τρόπον οὐκ εἶδε τὸν κατακλυσμόν. καὶ ταῦτα μὲν ὁ Εὐσέβιος· ὅπερ ἐάν τις ἀληθὲς εἶναι δῷ, εὑρεθήσεται ὁ Μαθουσάλα Ϡμθʹ ἐτῶν τελευτήσας, καὶ ἔσται ὁ Ἰάρεδ ὁ τούτου πάππος πολυχρονιώτερος αὐτοῦ ζήσας ἔτη Ϡξβʹ. ὁμολογούμενον δέ ἐστι πᾶσιν ὅτι πάντων ἀνθρώπων μακροβιώτατος ὢν ὁ Μαθουσάλα καὶ ὅτι ἐν τῷ κατακλυσμῷ τέθνηκε. διὸ μᾶλλον ἄν τις τῷ ρνγʹ ἔτει τοῦ Ἐνὼχ ὑπολάβοι τὸν Μαθουσάλα γεννηθῆναι, τοῦτ' ἔστι τῷ ασογʹ ἔτει τοῦ κόσμου. τούτοις γὰρ προστιθέμενα τὰ Ϡξθʹ ἔτη τῆς τοῦ Μαθουσάλα ζωῆς ποιεῖ βσμβʹ, οἷς καὶ ὁ κατακλυσμὸς συντρέχει, καθ' ὃν τέθνηκεν ὁ Μαθουσάλα. Τῷ ατμʹ ἔτει Ἐνὼς ἀπέθανεν. Τῷ αυκγʹ ἔτει ἀπεκαλύφθη τῷ Ἐνὼχ τὰ περῖ τοῦ κατακλυσμοῦ. Τῷ αυληʹ ἔτει ἔλαβε Μαθουσάλα γυναῖκα. Τῷ αυνδʹ Λάμεχ ἐγεννήθη τῷ Μαθουσάλα. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε τῷ αχμβʹ ἔτει τοῦ κό σμου. ἔζησε δὲ Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε ἔτη φξεʹ καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἔτη ψνγʹ. καὶ ἀπέθανε τῷ βσζʹ ἔτει τοῦ κόσμου πρὸ λεʹ ἐτῶν τοῦ κατακλυσμοῦ. οὗτος ὀλιγοχρονιώτατος πάντων τῶν πρὸ τοῦ κατακλυσμοῦ γέγονε πλὴν Ἄβελ τοῦ δικαίου. καὶ πρῶτος 21 τελευτᾷ πρὸ τοῦ ἰδίου πατρὸς Μαθουσάλα. ὁ γὰρ Μαθουσάλα ἐν τῷ κατακλυσμῷ τέθνηκε, περὶ οὗ Ἀφρικανός· οὗτος ἁπάντων πλείονα χρόνον βιοῖ, τῶν τε πρὸ αὐτοῦ καὶ τῶν ἑξῆς εἰς ἡμᾶς, εἰς ἔτη τὰ σύμπαντα Ϡξθʹ. τάχα τι σημαίνει τὸ πολυχρόνιον αὐτοῦ διὰ τὴν ὑπερκόσμιον ὀγδοάδα κυριακὴν ἡμέραν. ὄγδοος γὰρ ἀπὸ τοῦ αʹ τυγχάνει. ὃ δ' ὑστερεῖ, τοῦτο πρὸς ἀναπλήρωσιν τῆς χιλιάδος, πρῶτον ὑπάρχον πλήρωμα, ἀνεπλήρωσεν ὁ σωτήρ. εἶτά φησιν· εἰσὶ τρεῖς ὁμωνυμίαι πως ἀπὸ Κάιν τοῖς ἀπὸ Σήθ, ὡς Ἐνὼχ καὶ Μαθουσάλα καὶ Λάμεχ. Τῷ αυπηʹ ἔτει Ἐνὼχ μετετέθη ἐν τῷ παραδείσῳ, καθὼς καὶ ἡ θεία φάσκει γραφή, ὅτι «ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ ἔτη τξεʹ, καὶ εὐηρέστη σεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός.» Τῷ αφλεʹ ἔτει Καϊνᾶν ἀπέθανεν. Τῷ αχλʹ ἔτει Λάμεχ ἔλαβε γυναῖκα. Τῷ αχμβʹ ἔτει Νῶε ἐγεννήθη τῷ Λάμεχ. Τῷ αχ ζʹ ἔτει Μαλελεὴλ ἀπέθανεν. Τῷ α Ϡκεʹ ἔτει Ἰάρεδ ἀπέθανεν. Τῷ βρκαʹ ἔτει τοῦ κόσμου ἐγρηγόρων ἀπόφασις. Τῷ βρκθʹ ἔτει Νῶε ἔλαβε γυναῖκα. Τῷ βρμʹ ἔτει ἐντολὴ τοῦ θεοῦ πρὸς Νῶε περὶ κατασκευῆς τῆς κιβωτοῦ. Τῷ βρμαʹ ἔτει τοῦ κόσμου Νῶε ἦν ἐτῶν φʹ. καὶ ἐγέννησε τρεῖς υἱούς. τῷ αὐτῷ ἔτει Σὴμ ἐγεννήθη τῷ Νῶε. Τῷ βρμδʹ ἔτει Χὰμ ἐγεννήθη. Τῷ βρμζʹ ἔτει Ἰάφεθ ἐγεννήθη. εἶτά φησιν ἡ γραφή· «καὶ εἶπε κύριος ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ρκʹ ἔτη.» Ἀφρικανοῦ Ἔγνω πᾶν ὁ θεὸς ἀφανίσαι ζῴων γένος ἐν κατακλυσμῷ, ἀπειλήσας ρκʹ ἔτη οὐχ ὑπερβήσεσθαι τοὺς ἀνθρώπους. μηδὲ νομιζέσθω ζήτημα διὰ τὸ πλείονα χρόνον τινὰς ὕστερον βιῶναι· τὸ γὰρ διάστημα τοῦ χρόνου γέγονεν 22 ἑκατὸν ἔτη μέχρι τοῦ κατακλυσμοῦ κατὰ τῶν ἁμαρτωλῶν τῶν τότε· ἦσαν γὰρ εἰκοσαετεῖς. τῷ Νῶε διὰ δικαιοσύνην εὐαρεστήσαντι κιβωτὸν ὑπέθετο κατασκευάσαι θεός· καὶ γενομένης εἰσῆλθον εἰς αὐτὴν αὐτός τε Νῶε καὶ οἱ υἱοί, ἡ γυνὴ καὶ αἱ νύμφαι, καὶ ἀπὸ παντὸς ζῴου ἀπαρχὴ εἰς διαμονὴν τοῦ γένους. ἦν δὲ ἐτῶν ἑξακοσίων ὁ Νῶε, ὅτε ὁ κατακλυσμὸς ἐγένετο.