11
αἰτιῶν. δεδιότες δὲ μὴ καταπόδας τῆς φυγῆς ἐπιστρατεύσαντος αὐτοῖς τοῦ βασιλέως, ἅτε καὶ στρατιὰν ἔχοντος ἐξ ἑτοίμου, καὶ τῆς ὁδοῦ δυοῖν ἢ τριῶν ἡμερῶν ἔλαττον οὔσης, ἁλῶσιν, ἀμύνασθαι μὴ δυνάμενοι τοὺς ἐπιόντας, ἐξεκρούοντο τῶν λογισμῶν, συνετίθεντο δὲ μᾶλλον πρὸς τὴν ἐν Θρᾴκῃ Χριστοῦ πόλιν ἀπελθεῖν. οὕτω περὶ τῶν καθ' ἑαυτοὺς βουλευομένων αὐτῶν, ἀφικνεῖται παρὰ τοῦ Τριβαλῶν ἄρχοντος Κράλη Στεφάνου πρὸς βασιλέα πρεσβεία, ὃς ἦν γεγαμηκὼς τὴν βασιλέως θυγατέρα τὴν Σιμωνίδα. ἡ δὲ τῆς πρεσβείας πρόφασις ἦν, ὅτι ἐκ τῆς αὐτοῦ στρατιᾶς Κομάνων ὀλίγων δέοντας δισχιλίων λαβὼν, οὐκ ἀπέδωκε τοὺς στρατιώτας, ἀλλὰ πείσας μένειν παρακατεῖχεν. ἐφ' οἷς ὁ Κράλης παροξυνόμενος διεπρεσβεύετο πρὸς τὸν 1.36 κηδεστήν. ὁ πρεσβευτὴς δὲ μοναχὸς ἦν, Καλλίνικος κεκλημένος, τὸ γένος μὲν καὶ αὐτὸς Τριβαλὸς, εὖ δὲ εἰδὼς καιροῖς καὶ πράγμασι πολιτικοῖς χρῆσθαι δι' ἐμπειρίαν. ὃς δὴ τὴν μεταξὺ τῶν βασιλέων ἀναφυομένην στάσιν μὴ ἀγνοήσας, καὶ συνιδὼν, ὡς ἡ τοιαύτη διχοστασία καιρὸν ἂν παράσχῃ τῷ ἰδίῳ δεσπότῃ παρὰ βασιλέως ὧν ἠδίκητο περὶ τὴν στρατιὰν δίκας λαβεῖν, ἐβούλετο κρύφα τῷ νέῳ βασιλεῖ συντυχεῖν. ηʹ. Τὸ δ' αὐτὸ καὶ βασιλεὺς ὁ νέος σὺν δομεστίκῳ τῷ μεγάλῳ λυσιτελεῖν αὑτοῖς ἡγησάμενοι πρὸς τὸν Κράλην διαπρεσβεύσασθαι περὶ συμμαχίας, τὸν Καλλίνικον μετακαλεσάμενοι καὶ περὶ τῆς τοῦ Κράλη συμμαχίας καὶ φιλίας διαλεχθέντες καὶ πείσαντες ἐκ τοῦ ῥᾴστου διὰ τὸ καὶ αὐτὸν τὴν πρεσβείαν ταύτην τῷ Κράλῃ νομίζειν λυσιτελεῖν, ἄλλως θ' ὅτι καὶ πρὸς Συργιάννην αὐτῷ φιλίας ἐνέχυρα καὶ πρότερον ἦσαν, ἐξαποστέλλουσιν. ὁ δὲ σπούδῃ καὶ προθυμίᾳ πολλῇ τὴν ὁδὸν τάχιστα διανύσας, τῷ Κράλῃ τε συγγενόμενος, καὶ τὴν τοῦ νέου βασιλέως ἀπαγγείλας πρεσβείαν, εὗρε καὶ αὐτὸν ὥσπερ ἕρμαιον ἡγησάμενον τὸν καιρὸν, καὶ παντὶ σθένει συμμαχήσειν ὑπισχνούμενον τῷ νέῳ βασιλεῖ, πρὸς τῷ καὶ χάριν εἰδέναι, εἰ μόνον τοῦ πάππου καὶ βασιλέως ἀποστὰς, πρὸς τοῖς μέρεσι γένοιτο Μακεδονίας· ᾤετο γὰρ τὴν πρὸς αὐτὸν συμμαχίαν κάκωσιν εἶναι τῶν τοῦ κηδεστοῦ καὶ βασιλέως πραγμάτων. λαβὼν τοίνυν ὁ Καλλίνικος τὰς ἐπαγγελίας, ἐπάνεισι πρὸς τὸ Βυζάντιον κατὰ τάχος καὶ χαίρων ὀφθεὶς τῷ βασιλεῖ χαίροντι ἀπήγγελλέ τε τὰ τῆς πρεσβείας, καὶ τὴν συμ 1.37 μαχίαν αὐτῷ τοῦ Κράλη ἐν βεβαίῳ κεῖσθαι διϊσχυρίζετο, ἢν μόνον πρὸς τοῖς μέρεσι γένηται Μακεδονίας. οὕτω μὲν καὶ περὶ τῆς τοῦ Κράλη συμμαχίας ὁ νέος Ἀνδρόνικος κατεπράξατο. τὸν μέντοι βασιλέα καὶ πάππον ὁρῶν τοῖς ἤθεσι καὶ τοῖς λόγοις τῆς προτέρας δυσμενείας οὐχ ὑφιέμενον, τὰ πρὸς τὴν ἰδίαν φυλακὴν ἐξηρτύετο καὶ αὐτὸς, τοῦτο διανοούμενος, ὡς εἰ μὲν τρόπῳ δή τινι διαλυθείη τὰ δυσχερῆ, ὑπὸ τῷ βασιλεῖ καὶ πάππῳ τελέσων ἄχρις ἂν ἀποστῇ τοῦ ζῇν· εἰ δ' ἐπὶ τὰ πρόσω προΐοι καὶ ἤδη πρὸς τέλος ἐγγίζοι κακὸν, τότ' ἤδη τῆς βασιλίδος τῶν πόλεων ἀποστὰς, ἑαυτόν τε διασώζοι καὶ τοὺς συνόντας. ἐν τοῖς τοιούτοις δὴ τριβομένου τοῦ χρόνου, καὶ ὁ Συναδηνὸς Θεόδωρος ὁ καὶ πρωτοστράτωρ ἧκεν εἰς Βυζάντιον ἐκ τῆς ἑσπέρας παραλυθεὶς τῆς ἀρχῆς· ἐπετρόπευε δὲ Πριλλάπου καὶ τῶν περὶ αὐτὸν χωρῶν τε καὶ πολιχνίων κατωτέρω Μακεδονίας. ἦν δ' ὁ Συναδηνὸς οὗτος ἐξ εὐπατριδῶν καὶ τὸ γένος περιφανής· μητρόθεν μὲν γὰρ εἰς βασιλέας ἀνῆγε τὰς τοῦ γένους σειρὰς, ἐξ ἀδελφοῦ τοῦ πρώτου τῶν Παλαιολόγων βασιλεύσαντος Μιχαὴλ τῆς μητρὸς αὐτῷ γεννηθείσης· ὁ δέ γε πατὴρ τοῦ πρὸς ἑσπέραν κατὰ τὴν ∆αλματίαν λεγομένου Πολόγου τοπάρχης ἦν· ἣν δὴ τοπαρχίαν σὺν ἑαυτῷ τῷ πρώτῳ τῶν βασιλέων προσαγαγὼν Παλαιολόγῳ τῷ Μιχαὴλ καὶ ὑποχείριον ἀποδείξας αὐτῷ, τιμῶν τε ἠξιώθη μεγάλων παρὰ Ῥωμαίοις καὶ γάμου κοινωνίας ἐπιφανοῦς, τῇ βασιλέως ἀνεψιᾷ συναφθείς· οὗτος τοίνυν ὁ πρωτοστράτωρ ἐκ τῆς ἑσπέρας, ὥσπερ ἔφημεν, εἰς Βυζάντιον ἀφικόμενος, καὶ ὅσα πρὸς βασι 1.38 λέως εἴρηταί τε καὶ πέπρακται ἐπὶ τῇ καταλύσει τοῦ ἐγγόνου καὶ βασιλέως ἀκηκοὼς, ἠγανάκτει τε οὐκ ἀνεκτῶς καὶ πολλὴν κατεγίνωσκε τοῦ πράγματος ἀγνωμοσύνην. διὸ δὴ καὶ θαῤῥήσαντες ὁ νέος βασιλεὺς σὺν δομεστίκῳ τῷ μεγάλῳ, ἄλλως θ' ὅτι καὶ φιλίως πρὸς αὐτοὺς διέκειτο