11
τὴν περιτομήν. σημαίνει δὲ τὸ ονομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας ̓Αβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ην Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Αγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ 1.27 τὸ γένος, μιγῆναι τὸν ανδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν ̓Ισμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν ̓Ισαάκ, τῆς Αγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ ̓Ισαὰκ κατὰ τὸν ̔Εβραῖον ̓Ιώσηπον, εικοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν ειναι τὸν ̓Ισαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ ̓Αβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς εν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ ̓Αβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ορος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οισειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας ειναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. ουτω ταῦτα τῷ ̓Ιωσήπῳ ἱστόρηται. ειτα φείσασθαι τοῦ υἱοῦ κελεύεται ̓Αβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν ουσα ἑκατὸν εικοσι πρὸς ἑπτά, ὁ δ' ̓Αβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ης υἱεῖς αὐτῷ φύονται εξ. τῷ ̓Ισαὰκ δὲ περὶ τεσσαρακοστὸν ετος γεγονότι μνηστεύεται ὁ πατὴρ ̔Ρεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ ̓Αβραάμ. επειτα τελευτᾷ μὲν ετη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν ̔Ρεβέκκαν ὁ ̓Ισαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ων τῷ μὲν πρεσβυτέρῳ καθ' ολου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, οθεν καὶ ̔Ησαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ ειχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ ̓Ιακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ονομα καθ' ̔Εβραίους δηλοῖ. 1.28 Γηρᾷ ἐπὶ τούτοις ̓Ισαὰκ καὶ τὰς οψεις πεπήρωται. καὶ τὸν ̔Ησαῦ προσκαλεῖται, προσέκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηρᾶσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, "ινα" φησί "φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν." καὶ ̔Ησαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ ̔Ρεβέκκα φιλοῦσα μᾶλλον τὸν ̓Ιακώβ, καὶ τοῦτον καλέσασα, ειπεν α ὁ πατὴρ ἐπέταξε τῷ ̔Ησαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς αν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οια φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ηδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. ̓Ισαὰκ δὲ τῇ φωνῇ τὸν ̓Ιακὼβ ειναι τὸν προσιόντα αἰσθόμενος, εγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν ̔Ησαῦ εὐλογίας ἀνάξιον κρίναντος, εδοξεν ̓Ισαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι υἱόν, ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν ̓Ιακώβ. ἐπανῆλθε δὲ καὶ ̔Ησαῦ καὶ εἰσήγαγε δεῖπνον τῷ πατρὶ καὶ ῃτει τὴν εὐλογίαν. ὁ δὲ εγνω τὸ σόφισμα καί "ἐλθών" εφη "ὁ ἀδελφός σου ελαβε τὴν εὐλογίαν σου." τοῦ δ' ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν ειναι παρ' αὐτῷ εὐλογίαν, παρακληθεὶς ̓Ισαὰκ ωρμησε μὲν εὐλογῆσαι, οτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν ̔Ησαῦ, ἐπεὶ μηδ' αξιος ην αὐτῆς, εἰς ἀρὰν ἀντ' εὐλογίας ἐτυποῦτο αὐτῷ τῷ ̓Ισαὰκ ἡ φωνή. δυσμενῶς ειχε διὰ 1.29 ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ ̔Ησαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ' υπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ης τῶν ακρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ῳ τὸ οραμα ειδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ' Ελληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς Λάβαν τὸν τῆς μητρὸς τῆς ̔Ρεβέκκας ὁμαίμονα, καὶ ξενίας παρ' ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ