11
ἀφύλακτον. ἀπὸ τοῦ διέπω. δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες. alpha.47 ̓Αδιάδραστον. αφυκτον. καταπλαγείη αν τις τὸ ἀδιάδραστον τῆς δίκης, ἐκ τῆς συμβάσης τούτῳ τιμωρίας. ̓Αδιεξίτητον. τὸ ἀδιεξέλευστον. τὸ ἀπόρευτον. Αδιον. τὸ πλάγιον. ̓Αδιόριστον. ἀδιαχώριστον. ̓Αδόκητον. τὸ διεψευσμένον. δεδιὼς, μὴ ἀφυλάκτοις αὐτοῖς ἐπιπέσοιεν· ο δὴ οὐκ ἀδόκητον ἐγεγόνει. ἐπεὶ καὶ ληστήριον αὐτῶν προέβαινεν. ̓Αδόνητον. τὸ ἀσάλευτον. δόνος γὰρ ἡ ταραχὴ, καὶ δονῶ τὸ ταράσσω. Αδορον. τὸ ἀνέκδαρτον. ̓Αδύνατα ειναι. ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. ἀδύνατον δὲ λέγεται, ο μὴ εστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς ειναι. οιον, ἡ γῆ ιπταται. ἀδύνατα εχοντος τοῦ στρατηγοῦ κύμον ἀναῤῥίψαι πολέμου τοσούτου. ̓Αδυσώπητον. ἀπροσωπόληπτον η ἀπαράκλητον. ̓Αδνούμιον. ἀπογραφὴ ὀνομάτων παρὰ ̔Ρωμαίοις. alpha.48 ̓Αδιαλώβητον. τὸ ἀβλαβές. ̓Αδάϊον. τὸ ακαυστον. ( ̔Ρῆμα.) ̓Αδολεσχῆσαι. τέσσαρα σημαίνει. τὸ φιλοσοφεῖν, ὡς τό· οδε δοῦλος σοῦ ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. καὶ τὸ παίζω, ὡς τό· ἐξῆλθεν ̓Ιακὼβ ἀδολεσχῆσαι ἐν τῷ πεδίῳ. καὶ τὸ ὀλιγωρῶ, ὡς τό· ἠδολέσχησε καὶ ὀλιγοψύχησε τὸ πνεῦμά μου. καὶ τὸ φλυαρεῖν, ὡς τό· ἀδολεσχεῖς, ανθρωπε. Αδει. λέγει, ὑμνεῖ. ̔Αδρύνοιτο. αὐξαίνοιτο. ̓Αδηκότεσ. κεκμηκότες, ταλαιπωρήσαντες. ἀπὸ κόπου ἀηδῶς διακείμενοι. ἀηδῶ, ἀηδήσω. ̓Αδήσεισ. ἀρέσκεις. ̓Αδεῖν. ἀρέσαι, ὑπὸ τοῦ αδω τὸ ἀρέσκω. η ηδω, ησω, αδον ὁ δεύτερος ἀόριστος, ἐξ ου τό· -αδε δ' Εκτορι- ὁ δὲ δεύτερος μέλλων ἀδῶ. καὶ τὸ ἀπαρέμφατον ἀδεῖν. ̓Αδαξῆσαι. κνῆσαι, λυπῆσαι. ̓Αδμωλεῖν. ἀγνοεῖν η ἀγνωμονεῖν, η ἀκηδιᾷν. alpha.49 Αδδουσι. εἰς κόρον ἐσθίουσιν. ̓Αδρύνω. τὸ αὐξάνω. ̓Αδμεύειν. τὸ ὑγιαίνειν. ̓Αδημονῶ. ἀκηδιῶ. ἀγωνιῶ· λίαν λυποῦμαι. ὁ δὲ, τὸ μὲν πρῶτον ἠδημόνει, καὶ ἡσυχίαν ειχεν ὑπὸ τοῦ παρόντος κακοῦ. καὶ ἀδημονούσης ἀντὶ τοῦ ἀπορούσης. ̓Αδελφίζειν. ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. ουτως ̓Ισοκράτης, καὶ ὁ Μιλήσιος ̔Εκαταῖος καὶ ̓Απολλοφάνης ἐχρήσαντο. ̓Αδοξεῖται. οὐ τιμᾶται. οὐκ ἀπόδεκτόν ἐστι τὸ νικᾷν παρὰ ̔Ρωμαίοις ανευ παραγγέλματος· ἀδοξεῖται γάρ. ( ̓Επίῤῥημα.) ̓Αδυναστί. ἀντὶ τοῦ ἀδυνάτως. ̓Αδωναΐ. θεός. ̓Αδέρκτωσ. οὐ προσβλεπόντως. ἀλλ' η καταμηνύοντες· παραμειβόμεθ' ἀδέρκτως. ̓Αδηνέωσ. ἁπλῶς καὶ ἀταλαιπώρως. ̓Αδεκάστωσ. δικαίως· ἀδωροδοκήτως· ἀμερίστως. ̓Αδαηστί. χωρὶς μαθήσεως, η μερισμοῦ χωρίς. ̓Αδορεί. ἀνεκδάρτως. ἀδωρὶ δὲ χωρὶς δώρων. μέγα καὶ ί. ̓Αδηρίτωσ. ἀμάχως, ἀφιλονείκως. ̓Αδεεί. ἀφόβως, ἀδογματίστως, ἀναμφιβόλως. alpha.50 ̓Αδεῶσ. ἀφόβως. ̓Αδακρυτί. ἀκλαυστί. ̓Αδμωλεί. χωρὶς δουλείας. Τὸ Α μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Αελλόπουσ. ὁ ταχύτατος. ̓Αεργόσ. ὀκνηρὸς, ἀργός. ̓Αεσίφρων. ὀξύφρων η ματαιόφρων. ̓Αένναοσ. ὁ ἀεὶ ῥέων. ̓Αερσίπουσ. ὁ εἰς υψος αιρων τοὺς πόδας. ̓Αεικέλιοσ. ἀπρεπὴς, ἀνόμοιος, σκληρός. ὡς πέμπω, πέμπελος. εικω, τὸ ὁμοιῶ, ἀεικέλιος. ̓Αεικήσ. ἀπρεπὴς, σκληρός. ἀπὸ τοῦ μὴ εικειν. ̓Αετιδεῖσ. οἱ νεοσσοὶ τῶν ἀετῶν. ̓Αέτιοσ. ονομα κύριον. ουτος ἐξ ̓Αντιοχείας τῆς Συρίας ειλκε τὸ γένος, διδάσκαλος γεγονὼς Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων· ῳτινι ἀνάθεμα ἐγώ φημι. ̓Αετίτησ. ειδος λίθου. ̓Αείτησ. ὁ ἑταῖρος, ἀπὸ τοῦ ἀεὶ ειναι. ̓Αερμών. ορος κατὰ Παλαιστίνην, ἐφ' ῳ πολλὴ χιὼν συνάγεται, ἀφ' ης ἀτμοὶ ἀναδιδόμενοι. καὶ τὸν ἀέρα τὸν ὑπεράνω τῆς Σιὼν παχύνοντες δρόσον ἀποτελοῦσιν ἐν θέρει. alpha.51 (Θηλυκόν.) ̓Αέκητι. τῇ ἀβουλίᾳ. ̓Αεργηλή. ἀργὴ, απρακτος. τρομερῷ γήραϊ κάμνων χειρὸς ἀεργηλᾶς ἀνέθηκε κορύναν. ̓Αερονηχεῖσ. τὰς ἐν τῷ ἀέρι νηχομένας νεφέλας. ουτως ̓Αριστοφάνης. Αεσισ. πόνος τίς. Αελλαι. πνοιαὶ ἀνέμων. η ατακτα πνεύματα. καὶ καταιγίδες. η μεγάλαι συστροφαί. αἱ αγαν εἱλοῦσαι. η παρὰ τὸ αω τὸ πνέω, ὁ μέλλων ἀήσω καὶ ἀέσω· καὶ ἐξ αὐτῶν αελλα, πλεονασμῷ ἑτέρου ˉλ. ̓Αειλογία. ἡ πολυλογία. ̓Αερία. ἡ Αιγυπτος. ̓Αετασία. ἡ λύπη. ̓Αειγλινῇσι. ταῖς διηνεκέσι ῥυπαρίαις. ̓Αετίγεννα. πόλις ουτω καλουμένη. ̓Αεικίασ. τὰς ἀπρεπεῖς υβρεις. τὰς ὑβριστικὰς αἰσχύνας. ἀπὸ τοῦ ἀϊκίας. πλεονασμῷ τοῦ ˉε