δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος παρορμῆσαι καὶ κατα βαλεῖν τὴν ἀπιστίαν καὶ περικλεῖσαι τὰς θεομάχους γλώσσας καὶ διαστεῖλαι, τί μὲν δεῖ περὶ τῶν θείων ζητεῖν, τί δὲ πι στεύειν, καὶ τῷ νόμῳ τοῦ δρόμου νικητὴς ἀναῤῥηθῆναι. Πῶς οὖν, φησίν, ὁ λόγος πανταχοῦ κατ' οὐσίαν ἐστὶν καὶ πῶς ἐν τῷ οἰκείῳ ναῷ; Eἰ γὰρ ὡς ἐν ἅπασιν κἀκεῖ, οὐδὲν πλέον ὁ ναὸς τῶν πάντων ἕξει. Καὶ ποῦ θήσομεν τὸ Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Eἰ δὲ ἐν τῷ ναῷ δοίη τις πλέον εἶναι, οὐ τοῖς πᾶσιν κατ' οὐσίαν πάρεστιν, ὅπερ ἴδιον θεοῦ. Σαφὴς ἔλεγχος ἀπιστίας τὸ πῶς ἐπὶ θεοῦ λέγειν. Πῶς γὰρ οὐρανοῦ δημιουργός, πῶς γῆς καὶ θαλάσσης, ἀέρος τε καὶ φυτῶν καὶ τῶν ζώων ἁπάντων καὶ σοῦ γε αὐτοῦ, τοῦ πάντα μετὰ ἀκριβείας περὶ θεοῦ ζητοῦντος; Ἀλλὰ πάντως ἐρεῖς ὅτι δυνάμεως περιουσίᾳ πάντα παρήγαγεν. Ἀρ' οὖν ἡ τοῦ θεοῦ δύναμις τοῖς γινομένοις κατὰ συμβεβηκὸς ἢ κατ' οὐσίαν παρῆν; Eἰ μὲν οὖν κατὰ συμβεβηκός, ὡς οὖσίν γε, καὶ πρὸ τοῦ γενέσθαι, ἐπείπερ τὸ συμβεβηκὸς οὐ καθ' αὑτὸ πέ φυκεν, ἀλλ' ἔν τισιν προϋποκειμένοις ὑπάρχει. Eἰ δὲ γελοῖον τοῦτο, λείπεται κατ' οὐσίαν τὴν δύναμιν παρεῖναι πᾶσιν. Ἀρ' οὖν, ἐπειδὴ πᾶσιν κατ' οὐσίαν ἡ δύναμις τοῖς γινομέ νοις παρῆν, οὐδὲν πλέον αὐτῶν εἶχεν ὁ κεκλημένος ναός; Ἄπορος οὗτος ὁ λόγος, ἄπορος κἀκεῖνος, καὶ πίστις ἀμ φοτέρων ἡ λύσις. Eἶδες πῶς ὁρμήσας ὁ λόγος κατέβαλεν τὴν ἀπιστίαν· βλέπε περικλειομένας τὰς θεομάχους γλώσσας. Eἴπατε γὰρ ἡμῖν οἱ τὸν χριστιανισμὸν πρεσβεύειν σχηματιζόμενοι, οἱ ἐπ' ἀναιρέσει τῶν δύο φύσεων τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχόμενοι, οἱ τὰ τῆς κράσεως καὶ συγ χύσεως καὶ τῆς ἀπὸ σώματος εἰς θεότητα μεταβολῆς καὶ τὰς τοιαύτας ἐπαπορήσεις πραγματευόμενοι, οἱ ποτὲ μὲν σάρκα τὸν λόγον γεγενῆσθαι λέγοντες, ποτὲ δὲ τὴν σάρκα εἰς λόγον οὐσιωθῆναι, καὶ διὰ τὰς τοιαύτας τοῦ νοὸς ὑμῶν παρατροπὰς μηδὲ ὁτιοῦν φρονεῖτε δῆλοι καθιστάμενοι· λέγετε τοίνυν ἡμῖν, πῶς ὁ λόγος σὰρξ γενόμενος τοὺς οὐρανοὺς οὐ κατέλιπεν. Πάντως ἐρεῖτε, ὅτι μείνας θεὸς οὕτως ἐγένετο. Πάλιν οὖν ἡμῖν εἴπατε, πῶς μείνας ἐγένετο. Eἰ γὰρ ἔμεινεν ὃ ἦν, πῶς γέγονεν ὃ οὐκ ἦν; Eἰ δὲ γέγονεν ὃ οὐκ ἦν, πῶς ἔμεινεν ὅπερ ἦν; Ἀπορεῖς τὴν ἐπίλυσιν· ἀπόρει καὶ τῆς ἑνώσεως τὸν τρόπον. Ἀλλὰ πιστεύεις ὅτι μείνας ἐγένετο· πίστευε καὶ παρεῖναι πανταχοῦ κατ' οὐσίαν τὸν λόγον καὶ κατ' ἐξαί ρετον λόγον ὑπάρχειν ἐν τῷ οἰκείῳ ναῷ. Πάλιν ἐρωτή σωμεν, πῶς μετὰ τὴν ἕνωσιν ἀπεθεώθη τὸ σῶμα. Ἀρ' εἰς θεότητος οὐσίαν μεταπεσόν, ἢ ἔμεινεν μὲν ἀνθρώπου σῶμα τὸ σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον διὰ τὴν ἕνωσιν τοῦ λόγου διέμεινεν; Ἀλλ' εἰ μὲν τοῦτο, μένει μὲν σῶμα τὸ σῶμα, εἴπερ οὐ σῶμα θεός, μετείληφεν δὲ θείας ἀξίας, οὐ φύσεως, εὐδοκίᾳ τοῦ λόγου. Eἰ δὲ ὁ λόγος διὰ τὴν ἕνωσιν