ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον δὲ παρασχὼν αὐτῷ τὴν κί νησιν. Ἀλλ' εἰ τὸ κινεῖσθαι αὐτὸν ἀεὶ ποιεῖ, τὴν δὲ οὐσίαν αὐτοῦ οὐκ ἀεὶ ποιεῖ, δῆλον ὅτι μετὰ τὴν ποίησιν τῆς οὐσίας αὐτοῦ παρέχει αὐτῷ τὴν ἄπαυστον κίνησιν, καὶ ἔστι τὸ τέλος τῆς οὐσίας τῆς ποιήσεως αὐτοῦ ἀρχὴ τῆς κινήσεως αὐτοῦ. Eἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὐδὲν ἄχρονον παρὰ τῷ θεῷ· ἡ γὰρ ποίησις ποίησιν διαδεχομένη ἄχρονος οὐκ ἔστιν. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος. ∆ειχθέντος τοῦ ἄλλην εἶναι τοῦ ἡλίου τὴν ποίησιν τῆς οὐσίας, καὶ ἄλλην τὴν διὰ κινήσεως, ἣν ἄπαυστον ὠνόμασεν ὁ ἀποκρινάμενος, καὶ ὅτι προηγεῖται ἡ ποίησις τῆς οὐσίας αὐτοῦ τῆς διὰ κινήσεως ποιήσεως, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἄναρ χον λέγειν τοῦ ἡλίου τὴν ποίησιν τὴν διὰ τῆς κινήσεως, τοῦ ἡλίου πρὸ τῆς ἀπαύστου διὰ κινήσεως ποιήσεως τὴν τῆς οὐ σίας παυσαμένην ποίησιν ἐσχηκότος; Ἢ τοίνυν οὐκ ἔστι ποιη τὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, ἢ οὐκ ἔστιν ἄναρχος ἡ διὰ τῆς κινήσεως ποίησις τοῦ ἡλίου. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, εἰ οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, οὐδ' ἄρα διὰ τῆς κινήσεώς ἐστιν αὐτοῦ ποιητής· παρ' οὗ γὰρ ἔχει τὴν οὐ σίαν, παρὰ τούτου ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν. Eἰ δὲ τὸ δεύτερον, φθαρτὸς ἔσται ὁ θεὸς τὴν ἐνέργειαν, εἴγε κατὰ τὸν ἀποκρινάμενον παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ φθείρεται ὁ θεὸς τῇ ἐνεργείᾳ. Eἰ δὲ ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ἐστὶν ὁ θεὸς καὶ ταύτην ἀεὶ οὐ ποιεῖ, δῆλον ὅτι πεποίηκε ταύτην πρὸ τοῦ κινεῖσθαι αὐτὸν καὶ οὐδὲν ποίημα ἄχρονον παρὰ τῷ θεῷ. Ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται δὲ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ἄλλοτε ἄλλας ἐνεργείας προέχουσα. Eἰ δὲ ἡ δύναμις μεταβλητή, ἄλλοτε ἄλλαις κε χρημένη ἐνεργείαις, καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὅτι ὁ θεὸς ἔσται μεταβλητὸς οὐ σίᾳ, δυνάμει, ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὥσπερ αὐτὸς ὁ θεὸς οὐκ ἔχει ἀρχὴν καὶ τελευτήν, οὕτως οὐδὲ ἡ ἐνέργεια αὐτοῦ οὐδὲ τὰ ἔργα αὐτοῦ· αἱ γὰρ ἐνέργειαι αὐτοῦ ἐν τοῖς ἔργοις αὐ τοῦ εἰσιν. Ἔσται ἄρα ὥσπερ μὴ χρῄζων αὐτὸς τοῦ ποιοῦντος, οὕτως οὐδὲ τὰ λεγόμενα αὐτοῦ ἔργα· ἔσται ψεῦδος καὶ τὸ λέγειν τὸν θεὸν ποιητὴν τῶν κατ' αὐτόν, ἀνάρχων τε ὄντων καὶ ἀτελευτήτων. Eἰ δὲ πανταχοῦ κατὰ διαφορὰν προϋ πάρξεώς τε καὶ μεθυπάρξεως διέστηκεν ὁ ποιητὴς τοῦ ποιή ματος, δῆλον ὅτι ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἔργων αὐτοῦ τὴν διαφορὰν ταύτην ἀμφότερα ἀποστερεῖ, τὸν θεὸν καὶ τὰ ποιήματα, τὸν μὲν τῆς τοῦ ποιητοῦ προσηγορίας, τὰ δὲ τῆς τῶν ποιημάτων. Καὶ εἰ ἔστι μὲν ἡ τοῦ θεοῦ δύναμις ἄπει ρος, ὥσπερ οὖν καὶ ἔστι, πεπερασμένα δὲ τὰ ἔργα αὐτοῦ, πῶς