μῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασί τε καὶ προῤῥήσεσιν αὐτοῦ ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. Καὶ τὰ μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν σωματικὴν ἐργασίαν ἀνθρώπων, οὐκ ἀνέτρεψεν ὁ κύριος· αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον, τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους, ὡς θεὸν σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον, ἐφίμωσε, καταργήσας αὐ τοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τιμωμένων καθεῖλε τὴν δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. Ἔχοντες δὲ ἐν τούτοις τῆς τοῦ Χριστοῦ θείας δυνάμεως τὰ γνωρίσματα, οὐ χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει. Ἐρώτησις κε. Eἰ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Aἰγυπτίων καὶ ἦν δυνατὸς ἐν ἔργοις καὶ λόγοις, καθώς φησιν ἡ θεία γραφή, πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τού τοις ἑπόμενα μετῆλθεν ὁ αὐτὸς μακάριος προφήτης; Τῶν γὰρ Aἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα διδάγματα. ∆ιὰ τί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις ὑπὸ τῆς γραφῆς θαυμάζεται; Ἀπόκρισις. Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυναστείᾳ τῶν λόγων καὶ τῶν ἔργων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔρ γων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγ κώμια τοῦ προφήτου. Ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περί βλεπτος ὑπῆρχε τοῖς Aἰγυπτίοις ὁ προφήτης, τῆς δὲ τοῦ λόγου παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων δὲ τὴν εἰς θεὸν εὐσέβειαν τιμήσας, διὰ τοῦτο αὐτὸν ἐθαύ μασεν ἡ θεία γραφή. Ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ γεωμετρία παρ' Aἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγο ραῖα μαθήματα λελόγιστο. Τίμια δὲ ἦν τότε παρ' αὐτοῖς μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προ φήτης εἰ καὶ τὴν εἴδησιν ἔσχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων, δι' ἣν καταφρονήσας τῆς ἐν Aἰγύπτῳ πάσης βασιλικῆς δυναστείας εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ. Ἐρώτησις κ. Eἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωϋσέως γεγένηνται, πῶς ἐπάγει ἡ γραφὴ τὸ Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Aἰ γυπτίων ὡσαύτως; Ἢ γὰρ ψευδὲς τὸ πάντα τὰ ὕδατα γενέ σθαι αἷμα ὑπὸ Μωϋσέως, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιη κέναι ὡσαύτως. Καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυ μάτων ὁ αὐτὸς λόγος. Ἀπόκρισις. Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων, ἠναγκάζοντο οἱ Aἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα καὶ ἀντλεῖν ὕδωρ καὶ ποτίζειν ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῶα