ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ θεὸς τοῦ εἶναι ὅ ἐστιν οὐ μεταφέρεται, πῶς τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ὁ θεὸς ποιεῖ τοὺς ἀνθρώπους; κβ. Eἰ τὸ ἔργον τοῦ θεοῦ οὐ φθείρεται, ὁ δὲ ἄνθρωπος φθείρεται, οὐκ ἄρα ἐστὶν ὁ ἄνθρωπος ἔργον τοῦ θεοῦ κατὰ τοὺς τοῦτο λέγοντας. κγ. Eἰ τὸ γένος ἡμῶν εἰς τὸ εἶναι εἰσάγεται διὰ τῆς γε νέσεως, καὶ τοῦ εἶναι ἐξάγεται διὰ τῆς φθορᾶς, πῶς ἐνδέχεται τὸν θεὸν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι αἴτιον εἶναι, οὐ τῷ βού λεσθαι ἀλλὰ τῷ εἶναι αὐτόν; κδ. Eἰ τὰ ἐκ τῶν στοιχείων πάλιν στοιχεῖα, τί ἄτοπον ἢ ἀδύνατον φαίνεται τὸ πάλιν εἶναι τὰ ἐκ τῶν στοιχείων; κε. Eἰ οὐκ ἔστιν ὑπὸ τὸν ὅρον ὁ θεός, ἀλλὰ παντὸς ὅρου ὑπάρχει δεσπότης, πῶς τοῦ μὲν γίνεσθαι καὶ φθείρεσθαι τοὺς ἀνθρώπους δεσπόζει θεός, τοῦ δὲ γίνεσθαι καὶ μὴ φθεί ρεσθαι ἡμᾶς οὐ δεσπόζει; κ. Eἰ ἀνακτίζων ἡμᾶς ὁ θεὸς εἰς ἀφθαρσίαν ἐκ μετα μελείας καθ' ὑμᾶς τοῦτο ποιεῖ, πῶς οὐ μᾶλλον ἐκ μεταμελείας συνεχώρει εἶναι ἀεί; κζ. Eἰ ἀμεταμέλητα τὰ χαρίσματα τοῦ θεοῦ, ἐχαρίσατο δὲ ἡμῖν τὸ εἶναι ἡμᾶς, πῶς οὐ τὸν ἐξ ἀρχῆς περὶ ἡμᾶς πληροῖ σκοπὸν ὁ θεός, ἀνακτίζων ἡμᾶς εἰς ἀφθαρσίαν; κη. Κατὰ τοὺς πιστεύοντας τῶν νεκρῶν τὴν ἀνάστασιν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ ἀποθνήσκομεν καὶ ἀναζωοποιού μεθα, ἐκεῖνο μὲν τῇ τοῦ ἀνθρώπου παρακοῇ, τοῦτο δὲ τῇ τοῦ ἀνθρώπου ὑπακοῇ. Παρ' οἷς οὖν ἄγνωστον τὸ αἴτιον τοῦ θανάτου, παρὰ τούτοις καὶ ὁ τῆς φύσεως τοῦ ἀνθρώπου δη μιουργός ἐστιν ἄγνωστος. Ἀγνοούντων δὲ αὐτῶν τὸ αἴτιον τοῦ θανάτου καὶ τὸν δημιουργὸν τῆς φύσεως ἀνθρώπου, πῶς οὐκ ἐξ ἀγνοίας λέγουσι τὸ μὴ εἶναι τῶν νεκρῶν τὴν ἀνά στασιν; κθ. Ἄλλο τὸ πάντη μὴ ὄν, καὶ ἄλλο τὸ τοιόνδε μὴ ὄν· οἷον ἄλλο τὸ τὴν ἀρχὴν μὴ γενέσθαι ἄνθρωπον, καὶ ἄλλο τὸ μετὰ τὸ γενέσθαι αὐτὸν φθαρῆναι. Καὶ ἐπειδὴ οὐκ ἔστι τῷ θεῷ ἔργον ἔργου ἐργωδέστερον, πῶς οὐκ ἔστιν ἄλογον τὸ πι στεύειν μὲν θεῷ ἐπὶ τῇ ποιήσει τῶν πάντη οὐκ ὄντων, ἀπιστεῖν δὲ αὐτῷ ἐπὶ τῇ μεταποιήσει τῶν φθαρέντων; λ. Eἰ, ὥσπερ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον ὁ ἄν θρωπος δυνάμει ἦν ἐν τοῖς στοιχείοις ἐξ ὧν γέγονεν, οὕτως καὶ μετὰ τὸ φθαρῆναι αὐτὸν ἔστι δυνάμει ἐν τοῖς στοιχείοις, πῶς ἀπιστοῦσιν οἱ Ἕλληνες θεῷ, ἐπαγγειλαμένῳ ἀνιστᾶν τοὺς νεκρούς, ὡς ἐπ' ἀδυνάτῳ πράγματι, τοῦ ἀνθρώπου δυνάμει ὄντος ἐν τοῖς στοιχείοις, ὥσπερ πάλαι κτιζομένου, οὕτως καὶ νῦν ἀνακτιζομένου; λα. Eἰ οὐκ ἠδύνατο ὁ θεὸς ἐξ ἀρχῆς ἀφθάρτους ποιεῖν τοὺς ἀνθρώπους, δῆλον ὅτι οὐδὲ νῦν δύναται. Eἰ δὲ καὶ ἐξ ἀρχῆς ἔσχε δύναμιν τοῦ ποιῆσαι ἡμᾶς ἀφθάρτους καὶ οὐκ