1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

11

ὀνόματα τάδε· ἀρκτικὸς ἀνταρκτικὸς θερινὸς χειμερινὸς ἰσημερινὸς ζωδιακὸς καὶ προσέτι γαλαξίας· ὁ γὰρ τοιοῦτος ἀριθμὸς θεῖός ἐστιν. ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον. καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· ἐν σώματι ἐν διαστάσει ἐν σχήματι ἐν μεγέθει ἐν χρώματι ἐν κινήσει ἐν στάσει· καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον συμβέβηκε τοῖς ὁρωμένοις· τῶν γὰρ αἰσθητῶν τὰ στερεὰ προὐπινοεῖται, τῶν δὲ στερεῶν τὰ ἐπίπεδα, τῶν δὲ ἐπιπέδων αἱ ἐπιφάνειαι, τῶν δὲ ἐπιφανειῶν αἱ γραμμαί, τῶν δὲ γραμμῶν αἱ στιγμαί, τῶν δὲ στιγμῶν οἱ ἀριθμοί, οἳ δὴ καὶ τῷ σώματι τυγχάνουσιν. ἑπτὰ δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα βαρεῖα περισπωμένη σύμφθογγος ψιλή τε καὶ μακρὰ καὶ βραχεῖα. ἔνθεν καὶ τὰ ἑπτάμηνα βρέφη τελειογονεῖσθαι πέφυκεν, ὡς Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύναμις τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει, διότι τελείας περίοδος σφαιρικῆς ἀριθμῷ τελείῳ καὶ κοσμικῷ, τῷ ψυχοκρατητικῷ καὶ ψυχογονικῷ περιέχεται· καὶ γὰρ τὴν ψυχὴν ὁ Τίμαιος ἐξ ἑπτὰ ἀριθμῶν συνέστησε. καὶ κινήσεις δὲ αἱ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω ἥ τε κάτω, ἡ ἐπιδέξια ἡ εὐώνυμα ἡ πρόσω ἡ κατόπιν ἡ ἐν κύκλῳ. στοιχείων δὲ τὰ φωνήεντα ἑπτά, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συν ταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ κατασκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε καὶ μεταβάλλει τὰς φύσεις, ἵνα γένηται τὰ ἄρρητα ῥητά. καὶ τί μακρηγοροῦμεν, ὅταν οὐδὲ ἡ τῶν ὑδάτων φύσις ἔξω τῆς δυνάμεως τῆς ἑπτάδος ἀπολέλειπται; ὁ γοῦν ∆ιονύσιος ἐν ταῖς Κτίσεσί φησι, τὸν Χαλκιδικὸν Εὔριπον ἑπτάκις καθ' ἡμέραν στρεφόμενον κατὰ μόνας τὰς ἑβδομάδας ἵστασθαι. καὶ ἐξ αὐτοῦ δὲ τοῦ νοητοῦ αἰῶνος ἔστι συνιδεῖν τοὺς ἀρτέμονας· συνάγονται μὲν γὰρ πρῶτον ἐξ ὡρῶν, εἶτα ἡμερῶν, εἶτα ἑβδομάδων, ἔπειτα μηνῶν, εἶτα ἐνιαυτῶν, ἐκεῖθεν καιρῶν, καὶ τὸ λοιπὸν αἰώνων, πρὸς τὸ ἀρχέτυπον εἶδος τοῦ νοητοῦ καὶ πατρογενοῦς αἰῶνος. 3.t LIBER TERTIUS. Περὶ μηνός. 3.1 Ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἔφη φιλονεικίαν γενέσθαι ποτὲ Αἰγυπτίοις καὶ Σκύθαις περὶ ἀρχαιότητος ἑκατέρων, ἴσως ἐξ ἑκατέρων τῶν ἄρκτων προέχειν τῶν πραγμάτων ἀξιούντων, κριθῆναι δὲ τοὺς Σκύθας εἶναι πρεσβυτέρους διὰ τὸ καὶ ὑπὸ τὴν μεγάλην ἄρκτον κεῖσθαι τὴν κατ' αὐτοὺς χώραν καὶ κατὰ φύσιν ὥσπερ ἐξ ὑπερῴας ἀρχὴν τὴν καθ' ἡμᾶς θάλασσαν ἐκ τοῦ ὑπερβορείου λαμβάνειν ὠκεανοῦ· δύο γὰρ εἰσβολὰς εἶναι τὰς ἀποτελούσας αὐτὴν παντὶ δῆλον· μίαν μὲν ἐξ Ἱσπανίας, τὴν δὲ ἑτέραν, ὡς εἴρηται, ἐκ τοῦ ὑπερβορείου ὠκεανοῦ, ὃν καὶ Κρόνιον πέλαγος οἱ χωρογράφοι καλοῦσι, παρὰ τὴν Πτολεμαίου δόξαν· αὐτὸς γὰρ μίαν καὶ μόνην εἰσβολὴν εἶναι τὴν ἐκ τοῦ δυτικοῦ ὠκεανοῦ βούλεται τὴν διὰ Γαδείρων. καὶ ἐπὶ μὲν τῆς καθόλου παλαιότητος Σκύθας ἄν τις ὑπολάβῃ πρωτεύειν ἐκ τῆς ῥευστῆς οὐσίας, ἣν τῶν στοιχείων πρώτην εἶναι ἀναμφισβήτητον. ὅθεν καὶ Πάρθοι ἤτοι Πέρσαι μέγα φρονοῦσιν ἐπὶ παλαιότητι· Σκύθας δὲ αὐτοὺς εἶναι πάντες μὲν μαρτυροῦσιν, Ἀρριανὸς δὲ δείκνυσι· τὸ γὰρ Πάρθος ὄνομα ὁ Σκύθης καὶ ἔπηλυς κατ' αὐτὸν τῇ Σκυθῶν φωνῇ ἑρμηνεύεται. ἐπὶ δὲ τῆς ἑλληνικῆς ἀρχαιότητος πρώτους πάντων ἀνθρώπων μετὰ ∆ευκαλίωνα Ἕλληνας παραδίδωσι τὰ βιβλία Ἀρκάδας τε καὶ Σικυωνίους, ὡσανεὶ ἀρχάδας καὶ ἀρχετύπους καὶ πρωτογενεῖς· ὅθεν καὶ Πᾶνα Ἀρκάδες ἐτίμησαν, τουτέστι τόδε τὸ πᾶν, μηδὲν παρὰ τὰ αἰσθητὰ εἶναι νομίσαντες. ὅτι καὶ προσελήνους αὐτοὺς ὁ μῦθος ἔχει· οὐχ