προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν. Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥωμαίων, ἀλλ' οἷον παρεῖχεν ὁ καιρὸς ἔκ τε Μακεδόνων καὶ Βουλγάρων καὶ Καππαδοκῶν καὶ Οὔζων καὶ τῶν ἄλλως παρατυχόντων ἐθνικῶν, πρὸς δὲ καὶ Φράγκων καὶ Βαράγγων, τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. Συνήχθησαν δὲ οἱ πάντες κελεύσματι βασιλικῷ ἐν τῇ Φρυγίᾳ , ἤτοι τῷ θέματι τῶν Ἀνατολικῶν. Ἔνθα καὶ ἦν ἰδεῖν τι παράδοξον, τοὺς διαβοήτους προμάχους τῶν Ῥωμαίων, τῶν πᾶσαν τὴν ἑσπέραν καὶ τὴν ἀνατολὴν καταδουλωσαμένων, καὶ τὴν αὐτῶν στρατιὰν ἐξ ὀλίγων συγκειμένην ἀνδρῶν καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ κακουχίᾳ καὶ πανοπλίας ἐστερημένων, ἀντὶ μαχαιρῶν καὶ ἄλλων ὀργάνων πολεμικῶν, τὸ τῆς Γραφῆς ἐρεῖν, ζιβύνας καὶ δρέπανα οὐκ ἐν καιρῷ εἰρήνης ἐπαγομένους, ἵππου τε πολεμικῆς καὶ τῆς ἄλλης παρασκευῆς ἐνδεῶς ἔχοντας, ἅτε μὴ στρατευσαμένου βασιλέως ἐκ πολλοῦ, καὶ διὰ τοῦτο ὡς ἀχρήστων καὶ ἀσυντελῶν καὶ τὸν ὀψωνιασμὸν αὐτῶν παρεικότος καὶ τὸ ἀνέκαθεν σιτηρέσιον. ∆ειλοὶ γὰρ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο, ὡς καὶ αὐτὰς τὰς σημαίας τοῦτο σιωπηρῶς ἀποφθέγγεσθαι πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ λιγνύος ἐζοφωμένας καπνοῦ, καὶ ὀπαδοὺς ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. Ταῦτα τοῖς παροῦσιν ὁρώμενα πολλὴν ἀθυμίαν προσῆγον καὶ ἐνεποίουν, ἀναλογιζομένοις ἐξ οἵων ποῖ κατηντήκασι τὰ Ῥωμαίων στρατόπεδα καὶ αὖθις τίνα τρόπον κἀκ ποίων χρημάτων καὶ διὰ πόσου τοῦ χρόνου εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται, τῶν μὲν γηραιοτέρων καὶ πεπειραμένων ἀφίππων ὄντων καὶ ψιλῶν, τῆς δὲ νεαλοῦς στρατιᾶς ἀπειροπολέμου καθεστηκυίας καὶ τῶν πολεμικῶν οὐκ ἐθάδος ἀγώνων, καὶ αὖθις τὸ τῶν ἀντιτεταγμένων φιλοκινδυνότατον 126 καὶ ἐν πολέμοις ἐπίμονον καὶ ἔμπειρον καὶ ἐπιτήδειον. Πάντοθεν οὖν ὁ βασιλεὺς ἐξαπορούμενος καὶ μὴ βουλόμενος ἡσυχίαν ἄγειν διὰ τὴν κοινὴν λυσιτέλειαν ἔκρινεν, ὡς ἐνῆν, τοῖς ἐχθροῖς ἀντιπαρατάξασθαι καὶ τῆς πολλῆς αὐτοὺς ποσῶς ἀναχαιτίσαι καὶ ἀναστεῖλαι ὁρμῆς. Τοὺς γὰρ ἐναντίους, ἀγνοοῦντας τὰ οἴκοι τὸν βασιλέα πιέζοντά τε καὶ θλίβοντα, ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος μᾶλλον ἐξέπληξεν, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεως ὢν φοιτητὴς καινοποιήσει καὶ ἀνηβήσει τὰ Ῥωμαίων πράγματα καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. <∆ιὰ> ταῦτά τοι ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος καὶ ταύτην διχῇ διελών, τὴν μὲν εἰς τὴν Ἀσίαν τὴν ἄνω νοτιωτέραν ἐκπέμπει, τὴν δὲ βορειοτέραν παραγγέλλει γενέσθαι. Ὁ δὲ βασιλεύς, ὡς ἐνῆν, τοὺς σὺν αὐτῷ ἐπιρρώσας ὅλῃ χειρὶ καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ λοχαγοὺς καὶ ταξιάρχας ἀρίστους ἑκάστῳ τάγματι ἐπιμελῶς προστησάμενος ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόλογον κατεστήσατο καὶ μετ' αὐτῆς ἐπὶ Πέρσας προθυμότερον ἤλαυνεν. Ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν ἐκδρομήν τινα πρότερον φαντάσαν δόξαν ὑποχωρήσεως ἐκ τῆς τοῦ βασιλέως προόδου παρέσχετο, ἔγνω λοιπὸν ὁ ∆ιογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. Καὶ καταλιπὼν τὸ εὐθὺ Κολωνείας καὶ Σεβαστείας φέρεσθαι τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι κατὰ τὸν καιρὸν τοῦ θέρους· ἐν γὰρ τῷ φθινοπώρῳ τοῖς συριακοῖς παραβαλεῖν ἐμελέτα μέρεσιν, ὡς ἂν μὴ τῷ καύσωνι κακουχηθὲν τὸ στρατόπεδον δυσπραγήσῃ καὶ διαλωβηθῇ. Ἐν τοσούτῳ δὲ οἱ Τοῦρκοι τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου ἐπελθόντες καταστρέφουσι καὶ πολλῶν χρημάτων καὶ σωμάτων ἐγένοντο κύριοι, βάρος ἐπαγόμενοι λαφυραγωγίας 127 οὐκ ἐλάχιστον. Ὃ καὶ εἰς ὦτα τοῦ βασιλέως πεσὸν πολλὴν αὐτῷ τὴν ἀνίαν ἐνέσταξεν, ὅτι, καίτοι ἐκστρατευσαμένου, οὐδὲν ἧττον οἱ πολέμιοι τὴν χώραν αὐτοῦ ἐνώπιον αὐτοῦ κατεσθίουσιν.