1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

11

σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦται, καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία φύσις θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται. Οὐ γὰρ δεκτικὴ ἡ θεία φύσις τῆς οἱασοῦν προσθήκης ἢ ὑφαιρέσεως, καὶ μεταδοτικὴ μέν, οὐ μεταληπτικὴ δέ· διὸ οὐδὲ μία φύσις σύνθετος γέγονε. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἐνούσιον ὑπόστασιν καὶ φύσιν τοῦ θεοῦ λόγου· ὡς γὰρ εἴρηται, τὴν ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, οὐκέτι δὲ καὶ ἡ φύσις ὑπόστασις· οὐ γὰρ ἀντιστρέφει. Κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλου οὐ καταφάσκεται. Εἰ δὲ καί τινος σιδήρου πυρουμένου ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται, ἀλλ' εἰδέναι χρή, ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώσεως καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν· ἐπὶ δὲ τῆς τοῦ λόγου σαρκώσεως οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκαταβάσεως. Οὐκ ἔστιν οὖν εἰπεῖν μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δευτέρας ὑπάρξεως πέφυκε μόνῳ τῷ μονογενεῖ υἱῷ καὶ λόγῳ ἁρμόζουσα, ὡς ἂν ἡ ἰδιότης μείνῃ ἀκίνητος. 53 Ἀλλ' ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶσθαι καὶ πεπονθέναι; Μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων καταφάσκοντες, τὴν δὲ φύσιν τοῦ λόγου σεσαρκῶσθαι λέγοντες ἐπὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ ὑπὲρ φύσιν οὐ μεταβολῇ φύσεως, ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος, οὐ μόνον δὲ ἀλλ' ὅτι καὶ ἀπαρχὴ ὑπῆρχεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος καὶ οὐχ ὑπόστασις ἰδιοσύστατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος, συμπληρωτικὴ τῆς συνθέτου τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτηρίας τῆς φύσεως ἡνώθη τῷ θεῷ λόγῳ, φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ λόγου ὑπόστασιν· σάρκωσις μὲν γὰρ σαρκὸς πρόσληψις καὶ τὸ σαρκὶ γενέσθαι ὑπόστασις, ἕνωσις δὲ δύο τινῶν σύνοδος καὶ εἰς ταὐτὸν συνέλευσις. 54 Τὸ τοῦ ἀνθρώπου παράδειγμα ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει· εἶδος γὰρ Χριστῶν οὐδέπω καὶ νῦν ἀκηκόαμεν. ∆ιὸ οὔτε φύσις ὁ Χριστός, ἀλλ' ὑπόστασις· κατὰ γὰρ τὸν μακάριον Κύριλλον «τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ»-ἂν δὲ ἐπὶ τοῦ τινὸς ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δέ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα καθόλου τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατὰ τὶ καὶ τὸ ἀπεοικός, ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας· «Τινὲς μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδεδώκασι· καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν· ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.» 55 Σκοπεῖτε, ὡς οὐκ εἶπεν· Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων, ἀλλ'· «Ἔχει φύσεις δύο», ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν δύο φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. «Ὡς γὰρ εἷς μέν ἐστιν», φησίν, «ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὑτῷ διαφόρους, καὶ κατ' ἄλλο μὲν λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ-ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει-, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ' ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται· ᾗ μὲν γὰρ ἐκ πατρὸς καὶ θεὸς ἐνεργεῖ τὰ σημεῖα, ᾗ δὲ ἐκ παρθένου καὶ ὁ ἄνθρωπος τὸν σταυρὸν καὶ τὰ πάθη καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε.» Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ